54.
Εἶτ' ἐπεί φησιν ὁ Κέλσος· Πειστέον οὖν ὅτι παραδέδονταί τισιν ἐπιμεληταῖς τοῦδε τοῦ δεσμωτηρίου, λεκτέον πρὸς αὐτὸν ὅτι σπουδαία ψυχὴ λυθείη ἂν ἀπὸ τῶν τῆς κακίας δεσμῶν καὶ ἐν τῷ βίῳ τῶν, ὡς ὠνόμασεν ὁ Ἱερεμίας, δεσμίων «γῆς» διὰ τὸν εἰπόντα Ἰησοῦν, ὡς πρὸ πολλοῦ χρόνου τῆς ἐπιδημίας αὐτοῦ προεῖπεν ὁ προφήτης Ἡσαΐας· τί δὲ προειπόντα ἢ «τοῖς δεσμίοις ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότῳ ἀνακαλυφθῆναι.» Καὶ οὗτός γε ὁ Ἰησοῦς, ὡς ὁ αὐτὸς Ἡσαΐας περὶ αὐτοῦ προεῖπε, «καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου ἀνέτειλε φῶς», ὡς διὰ τοῦθ' ἡμᾶς λέγειν· «διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν.»
Εἰ δ' ἐδύνατο ἀκοῦσαι τῆς βαθύτητος τῶν εὐαγγελίων ὁ Κέλσος καὶ οἱ παραπλησίως ἐκείνῳ καθ' ἡμῶν διακείμενοι, οὐκ ἂν ἡμῖν συνεβούλευσεν οἷς ὠνόμασεν ἐπιμεληταῖς τοῦ δεσμωτηρίου πείθεσθαι. Γέγραπται δὲ ἐν τῷ εὐαγγελίῳ ὅτι «γυνή» τις «ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές», ἥντινα ὁ Ἰησοῦς ἰδὼν καὶ ὁρῶν παρὰ τίνα αἰτίαν συγκύπτει, οὐκ ἐπιτρεπομένη ἀνακύπτειν «εἰς τὸ παντελές», εἶπε· «Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἐκ τοῦ δεσμοῦ τούτου ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;» Πόσοι δὲ καὶ ἄλλοι νῦν δεδεμένοι ὑπὸ τοῦ Σατανᾶ συγκύπτουσιν, οὐ δυνάμενοι δι' ἐκεῖνον «ἀνακύψαι εἰς τὸ παντελές», θέλοντα ἡμᾶς κάτω βλέπειν; Καὶ οὐδείς γε αὐτοὺς ἀνορθοῖ εἰ μὴ ὁ ἐν τῷ Ἰησοῦ ἐπιδημήσας λόγος, καὶ πρότερον δὲ θεοφορήσας. Καὶ ἦλθέ γε ὁ Ἰησοῦς ἐλευθερῶσαι «πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου», καὶ περὶ ἐκείνου εἰπὼν μετά τινος πρεπούσης αὐτῷ βαθύτητος τό· «Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.»
Οὐ λοιδορούμεθα οὖν τοῖς τῇδε δαίμοσιν ἀλλ' ἐλέγχομεν τὰς ἐπ' ὀλέθρῳ τοῦ γένους τῶν ἀνθρώπων ἐνεργείας αὐτῶν, προφάσει χρησμῶν καὶ θεραπείας σωμάτων καὶ ἄλλων τινῶν χωρίσαι τοῦ θεοῦ βουλομένων τὴν ἐμπεσοῦσαν ψυχὴν εἰς «τὸ σῶμα τῆς ταπεινώσεως»· ἥντινα οἱ νοήσαντες ἀναφθέγγονται τό· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἀλλ' οὐδ' εἰκῇ παρέχομεν τὸ σῶμα στρεβλοῦν καὶ ἀποτυμπανίζειν· οὐ γὰρ εἰκῇ παρέχει τούτοις τὸ σῶμα <ὁ> ὑπὲρ τοῦ μὴ τοὺς περιγείους δαίμονας ἀναγορεύεσθαι θεοὺς ἐπιβουλευόμενος ὑπ' αὐτῶν καὶ τῶν σεβόντων αὐτούς. Καὶ θεοφιλές γε τὸ διὰ τὴν ἀρετὴν ἀποτυμπανίζεσθαι καὶ δι' εὐσέβειαν στρεβλοῦσθαι καὶ δι' ὁσιότητα ἀποθνῄσκειν εὐλόγως εἶναι νενομίκαμεν, «τίμιος» γὰρ «ἐνώπιον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ»· ἀγαθὸν δ' εἶναί φαμεν καὶ τὸ μὴ φιλοζωεῖν. Κακούργοις δέ, εὐλόγως ὑπομένουσιν ἃ διὰ λῃστείαν πάσχουσιν, ἐξομοιῶν ἡμᾶς ὁ Κέλσος καὶ μὴ αἰδούμενος τὴν τηλικαύτην πρόθεσιν παραπλησίαν ἀποφαίνει τῇ τῶν λῃστῶν διαθέσει, ἀδελφὸν ἑαυτὸν ἐν τούτοις ποιῶν τῶν «μετὰ ἀνόμων» λογισαμένων τὸν Ἰησοῦν, ἐφ' οἷς πεπλήρωται ἡ λέγουσα γραφὴ τό· «μετὰ ἀνόμων ἐλογίσθη.»
