63.
Κέλσος μὲν οὖν οἶμαι μετὰ τοσούτους, οὓς εἶπε περὶ δαιμόνων δεομένων κνίσσης καὶ αἵματος λόγους, ὡσπερεὶ ἐπὶ μοχθηρὰν ἐρχόμενος παλινῳδίαν φησὶν ὅτι μᾶλλον οἰητέον τοὺς δαίμονας μηδενὸς χρῄζειν μηδὲ δεῖσθαί τινος ἀλλὰ χαίρειν τοῖς τὸ εὐσεβὲς δρῶσι πρὸς αὐτούς. Ἐχρῆν δ' εἰ τοῦτο ᾤετο εἶναι ἀληθές, ἐκεῖνα αὐτὸν μὴ τεθεικέναι, <ἢ> ταῦτα ἀπηλειφέναι. Ἀλλὰ γὰρ οὐ πάντῃ ἡ ἀνθρωπίνη φύσις ὑπὸ τοῦ θεοῦ καὶ τῆς μονογενοῦς αὐτῷ ἀληθείας καταλείπεται. Διόπερ καὶ Κέλσος εἶπε μὲν ἐν τῷ περὶ κνίσσης καὶ αἵματος, ὧν χρῄζουσι δαίμονες, τἀληθῆ· πάλιν δ' ὑπὸ τῆς ἰδίας κακίας κατώλισθεν ἐπὶ τὰ ψευδῆ καὶ ἐξομοιοῖ τοὺς δαίμονας ἀνθρώποις τοῖς τελέως δικαίως πράττουσι τὰ δίκαια, κἂν μηδεὶς αὐτοῖς γινώσκῃ χάριν, τὰ ἀγαθὰ δὲ ποιοῦσι τοῖς ἀμειβομένοις τὸ εὐχάριστον.
Δοκεῖ δέ μοι συγχεῖσθαι κατὰ τὸν τόπον καὶ ὁτὲ μὲν τὸ ἡγεμονικὸν ὑπὸ τῶν δαιμόνων ταράττεσθαι, ἔσθ' ὅτε δὲ καὶ ἀνανήφων ἀπὸ τῆς ὑπ' ἐκείνοις ἀλογιστίας ἐπ' ὀλίγον τι βλέπειν τοῦ ἀληθοῦς. Πάλιν γὰρ ἐπιφέρει· Θεοῦ δὲ οὐδαμῇ οὐδαμῶς ἀπολειπτέον οὔτε μεθ' ἡμέραν οὔτε νύκτωρ οὔτ' ἐς κοινὸν οὔτ' ἰδίᾳ λόγῳ τε ἐν παντὶ καὶ ἔργῳ διηνεκῶς, ἀλλά γε καὶ μετὰ τῶνδε καὶ χωρὶς ἡ ψυχὴ ἀεὶ τετάσθω πρὸς τὸν θεόν. Ἐγὼ δ' ἀκούω τοῦ μετὰ τῶνδε τουτέστι μετὰ τοῦ κοινοῦ καὶ μετὰ παντὸς ἔργου καὶ μετὰ παντὸς λόγου.
Εἶτα πάλιν ὡσπερεὶ παλαίων τῷ λογισμῷ πρὸς τὰς ἀπὸ τῶν δαιμόνων ἐκστάσεις καὶ τὰ πολλὰ νικώμενος ἐπιφέρει καὶ λέγει· Εἰ ὧδε ἔχοιεν, τί τὸ δεινὸν τοὺς τῇδε ἄρχοντας εὐμενίζεσθαι, τούς τε ἄλλους καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὡς οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε ἠξιωμένους; Ἐν μὲν οὖν τοῖς ἀνωτέρω κατῆγεν ὅσον ἐφ' ἑαυτῷ τὴν ψυχὴν ἡμῶν πρὸς τοὺς δαίμονας· νῦν δὲ βούλεται ἡμᾶς ἐξευμενίζεσθαι καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὧν ἐπεὶ μεστὸς ὁ βίος καὶ <αἱ> ἱστορίαι, νῦν οὐχ ἡγησάμην ἀναγκαῖον ἐκθέσθαι τὰ παραδείγματα.