66.
Εἶτα πάλιν ὁ Κέλσος ὁμοίως τοῖς ἀπὸ δαιμονισμοῦ ἔσθ' ὅτε ἀναφέρουσιν εἶτα πάλιν καταπίπτουσιν ὥσπερ νήφων τοιαῦτά τινα λέγει· Ἐὰν μέντοι γε κελεύῃ τις, εἰ τύχοις θρησκεύων θεόν, ἢ ἀσεβεῖν ἢ ἄλλο τι αἰσχρὸν εἰπεῖν, οὐδαμῇ οὐδαμῶς πιστευτέον ἀλλὰ πρὸ τούτων πάσας βασάνους ἐγκαρτερητέον καὶ πάντας θανάτους ὑπομενετέον, πρίν τι ἀνόσιον περὶ θεοῦ μὴ ὅτι γε εἰπεῖν ἀλλὰ μελῆσαι· εἶτα πάλιν ἀπ' ἀγνοίας τῆς περὶ τοῦ ἡμετέρου λόγου καὶ πρὸς ταύτῃ ἀπὸ τοῦ φύρειν τὰ πάντα τοιαῦτά φησιν· Ἐὰν δὲ κελεύῃ τις εὐφημῆσαι τὸν Ἥλιον ἢ τὴν Ἀθηνᾶν προθυμότατα μετὰ καλοῦ παιᾶνος εὐφημεῖν, οὕτω τοι σέβειν μᾶλλον δόξεις τὸν μέγαν θεόν, ἐὰν καὶ τούσδε ὑμνῇς· τὸ γὰρ θεοσεβὲς διὰ πάντων διεξιὸν τελεώτερον γίνεται.
Φαμὲν οὖν ὅτι οὐ περιμένομεν εὐφημῆσαι τὸν Ἥλιον τὸν κελεύοντα, οἱ μαθόντες οὐ μόνον τοὺς τῇ διατάξει ὑποτεταγμένους εὐφημεῖν ἀλλὰ καὶ τοὺς ἐχθρούς. Εὐφημοῦμεν οὖν Ἥλιον ὡς καλὸν θεοῦ δημιούργημα καὶ τοὺς νόμους φυλάσσον τοῦ θεοῦ καὶ ἀκοῦον τοῦ «Αἰνεῖτε τὸν κύριον ἥλιος καὶ σελήνη», καὶ ὅση δύναμις ὑμνοῦν τὸν πατέρα καὶ τὸν δημιουργὸν τοῦ παντός. Ἀθηνᾶν μέντοι μετὰ Ἡλίου τασσομένην ἐμυθοποίησαν οἱ Ἑλλήνων λόγοι, εἴτ' ἐν ὑπονοίαις εἴτε χωρὶς ὑπονοιῶν φάσκοντες ἐκ τῆς τοῦ Διὸς γεγεννῆσθαι κεφαλῆς καθωπλισμένην· καὶ διωκομένην τότε ὑπὸ τοῦ Ἡφαίστου, βουλομένου αὐτῆς φθεῖραι τὴν παρθενίαν, ἐκπεφευγέναι μὲν αὐτὸν τὴν δ' ἐκ τῆς ἐπιθυμίας πεσοῦσαν ἐπὶ τὴν γῆν θορὴν ἀγαπήσασαν ἐκθρέψαι, καλέσασαν Ἐριχθόνιον, τόν ποτε, φασίν, Ἀθήνη
θρέψε, Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.
Καὶ ὁρῶμέν γε ὅτι τῷ προσιεμένῳ τὴν Ἀθηνᾶν, Διὸς θυγατέρα, πολλοὺς μύθους καὶ πλάσματα παρεκδεκτέον, οὓς οὐκ ἂν παραδέχοιτο ὁ φεύγων μὲν μύθους ζητῶν δὲ ἀλήθειαν.
