• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

69.

Εἶτα ἑαυτοῦ μὴ ἀκούσας ὁ Κέλσος, τὰ ἀνακόλουθα εἰπόντος τῷ εἰ γὰρ τὸ αὐτό σοι ποιήσειαν ἅπαντες, φησίν· Οὐ μὲν δὴ τοῦτο φήσεις, ὡς, ἂν πεισθέντες σοι Ῥωμαῖοι καὶ τῶν νενομισμένων αὐτοῖς πρὸς θεούς τε καὶ ἀνθρώπους ἀμελήσαντες τὸν σὸν Ὕψιστον, ἢ ὅντινα βούλει, προσκαλέσωνται, καταβὰς ὑπερμαχεῖται αὐτῶν, καὶ οὐδεμιᾶς ἄλλης ἀλκῆς δεήσει. Καὶ γὰρ πρότερον ὁ αὐτὸς θεὸς τοῖς προσέχουσιν αὐτῷ ταῦτά τε καὶ πολὺ μείζω τούτων, ὡς ὑμεῖς φατε, ὑπισχνούμενος ὁρᾶτε ὅσα ὠφέλησεν ἐκείνους τε καὶ ὑμᾶς· ὧν τοῖς μὲν ἀντὶ <τοῦ> γῆς ἁπάσης εἶναι δεσπόταις οὐδ' ὁποία τις βῶλος οὐδ' ἑστία λείπεται, ὑμῶν δὲ κἂν πλανᾶταί τις ἔτι λανθάνων, ἀλλὰ ζητεῖται πρὸς θανάτου δίκην.

Ἐπεὶ δὲ καθ' ὑπόθεσιν ζητεῖ, εἰ πεισθέντες Ῥωμαῖοι τῷ Χριστιανῶν λόγῳ, τῶν πρὸς τοὺς νενομισμένους θεοὺς ἀμελήσαντες καὶ τῶν κατὰ τοὺς ἀνθρώπους προτέρων νόμων, τὸν Ὕψιστον σέβοιντο, τί ἂν ἀπαντήσαι· ἀκουέτω τί ἀρέσκει περὶ τούτων ἡμῖν. Φαμὲν ὅτι, εἴπερ, «ἂν δύο συμφωνῶσιν» ἐξ ἡμῶν «ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται γενήσεται αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς» τῶν δικαίων· χαίρει γὰρ συμφωνίᾳ τῶν λογικῶν ζῴων ὁ θεὸς καὶ ἐκτρέπεται τὴν διαφωνίαν· τί χρὴ νομίζειν, εἰ μὴ μόνον ὡς νῦν πάνυ ὀλίγοι συμφωνοῖεν ἀλλὰ πᾶσα ἡ ὑπὸ Ῥωμαίων ἀρχή; Εὔξονται γὰρ τῷ καὶ πρότερον εἰπόντι πρὸς τοὺς Ἑβραίους καταδιωκομένους ὑπὸ Αἰγυπτίων λόγῳ· «Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε», καὶ μετὰ πάσης συμφωνίας εὐξάμενοι πολλῷ πλείονας δυνήσονται καταλῦσαι ἐχθροὺς ἐπιδιώκοντας, ἢ οὓς καθεῖλεν ἡ Μωϋσέως πρὸς τὸν θεὸν βοῶντος καὶ τῶν σὺν αὐτῷ εὐχή. Ἃ δ' ὑπέσχετο ὁ θεὸς τοῖς τηροῦσι τὸν νόμον εἰ μὴ γεγένηται, οὐ τῷ ψεύδεσθαι τὸν θεὸν οὐ γεγένηται ἀλλὰ τῷ ἐπὶ συνθήκαις γεγονέναι τὰς ἐπαγγελίας, ταῖς περὶ τοῦ τηρεῖν τὸν νόμον καὶ τὸν κατὰ τὸν νόμον βίον. Καὶ εἰ οὔτε βῶλος οὔθ' ἑστία Ἰουδαίοις καταλείπεται τοῖς τὰς ἐπαγγελίας ἐπὶ συνθήκαις εἰληφόσιν, αἰτιατέον πᾶσαν μὲν αὐτῶν τὴν παρανομίαν ἐξαιρέτως δὲ τὴν κατὰ τοῦ Ἰησοῦ.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung