56.
[Ἔλαθε δὲ τὸν Κέλσον καὶ τὸν παρ' αὐτῷ Ἰουδαῖον] καὶ πάντας, ὅσοι τῷ Ἰησοῦ μὴ πεπιστεύκασιν, [ὅτι αἱ προφητεῖαι δύο λέγουσιν εἶναι τὰς Χριστοῦ ἐπιδημίας, τὴν μὲν προτέραν ἀνθρωποπαθεστέραν καὶ ταπεινοτέραν, ἵνα σὺν ἀνθρώποις ὢν ὁ Χριστὸς διδάξῃ τὴν φέρουσαν πρὸς θεὸν ὁδὸν καὶ μηδενὶ τῶν ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἀπολογίας καταλίπῃ τόπον ὡς οὐκ ἐγνωκότι περὶ τῆς ἐσομένης κρίσεως, τὴν δ' ἑτέραν ἔνδοξον καὶ μόνον θειοτέραν, οὐδὲν ἐπιπεπλεγμένον τῇ θειότητι ἔχουσαν ἀνθρωποπαθές.] Παραθέσθαι δὲ καὶ τὰς προφητείας πολὺ ἂν εἴη· ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος τὸ ἀπὸ τοῦ τεσσαρακοστοῦ καὶ τετάρτου ψαλμοῦ, [ὃς καὶ ἐπιγέγραπται πρὸς ἄλλοις εἶναι καὶ «ᾨδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ», ἔνθα καὶ θεὸς ἀνηγόρευται σαφῶς διὰ τούτων· «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσι σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά] σου. Τὰ βέλη σου ἠκονημένα, δυνατέ, [λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.» Πρόσχες δ' ἐπιμελῶς τοῖς ἑξῆς, ἔνθα θεὸς εἴρηται· «Ὁ θρόνος σου», γάρ φησιν, «ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Καὶ κατανόει ὅτι θεῷ ὁμιλῶν ὁ προφήτης, οὗ «ὁ θρόνος» ἐστὶν «εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», καὶ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας» αὐτοῦ, τοῦτον τὸν θεόν φησι κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ, ὃς ἦν αὐτοῦ θεός· κεχρῖσθαι δέ, ἐπεὶ «παρὰ τοὺς μετόχους» αὐτοῦ οὗτος ἠγάπησε «δικαιοσύνην» καὶ ἐμίσησεν «ἀνομίαν». Καὶ μέμνημαί γε πάνυ θλίψας τὸν Ἰουδαῖον νομιζόμενον σοφὸν ἐκ τῆς λέξεως ταύτης· ὃς πρὸς αὐτὴν ἀπορῶν εἰπεῖν τὰ τῷ ἑαυτοῦ ἰουδαϊσμῷ ἀκόλουθα, εἶπε πρὸς μὲν τὸν τῶν ὅλων θεὸν εἰρῆσθαι τὸ «Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου», πρὸς δὲ τὸν Χριστὸν τὸ «Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου» καὶ τὰ ἑξῆς.]
