58.
Μετὰ ταῦτα [ὁ] παρὰ τῷ Κέλσῳ [Ἰουδαῖος ἀντὶ τῶν ἐν τῷ εὐαγγελίῳ μάγων Χαλδαίους φησὶν] ὑπὸ τοῦ Ἰησοῦ λελέχθαι [κινηθέντας ἐπὶ τῇ γενέσει αὐτοῦ ἐληλυθέναι, προσκυνήσοντας αὐτὸν] ἔτι νήπιον ὡς θεόν· καὶ Ἡρώδῃ τῷ τετράρχῃ τοῦτο δεδηλωκέναι· τὸν δὲ πέμψαντα ἀποκτεῖναι τοὺς ἐν τῷ αὐτῷ χρόνῳ γεγεννημένους, οἰόμενον καὶ τοῦτον ἀνελεῖν σὺν αὐτοῖς, μή πως τὸν αὐτάρκη ἐπιβιώσας χρόνον βασιλεύσῃ. Ὅρα οὖν ἐν τούτῳ τὸ παράκουσμα τοῦ [οὐ διακρίναντος μάγους Χαλδαίων μηδὲ τὰς ἐπαγγελίας διαφόρους οὔσας αὐτῶν θεωρήσαντος] καὶ διὰ τοῦτο καταψευσαμένου τῆς εὐαγγελικῆς γραφῆς. Οὐκ οἶδα δ' ὅπως [καὶ τὸ κινῆσαν τοὺς μάγους σεσιώπηκε] καὶ οὐκ εἶπεν αὐτὸ εἶναι «ἀστέρα» ὀφθέντα ὑπ' αὐτῶν «ἐν τῇ ἀνατολῇ» κατὰ τὸ γεγραμμένον. Ἴδωμεν οὖν καὶ πρὸς ταῦτα τί [λεκτέον. Τὸν ὀφθέντα «ἀστέρα ἐν τῇ ἀνατολῇ» καινὸν εἶναι νομίζομεν καὶ μηδενὶ τῶν συνήθων παραπλήσιον, οὔτε τῶν ἐν τῇ ἀπλανεῖ οὔτε τῶν ἐν ταῖς κατωτέρω σφαίραις, ἀλλὰ τῷ γένει τοιοῦτον γεγονέναι, ὁποῖοι κατὰ καιρὸν γινόμενοι κομῆται ἢ δοκίδες ἢ πωγωνίαι ἢ πίθοι] ἢ ὅπως ποτὲ φίλον Ἕλλησιν ὀνομάζειν τὰς διαφορὰς αὐτῶν. Κατασκευάζομεν δὲ τοῦτον τὸν τρόπον τὸ τοιοῦτον.
