66.
Ἐπὶ δὲ τούτοις ἑξῆς ὁ Ἰουδαῖος πρὸς τὸν Ἰησοῦν παρὰ τῷ Κέλσῳ λέγει· [Τί δὲ καί σε νήπιον ἔτι ἐχρῆν [εἰς Αἴγυπτον ἐκκομίζεσθαι, μὴ ἀποσφαγῇς; Θεὸν γὰρ οὐκ εἰκὸς ἦν περὶ θανάτου δεδιέναι.]] Ἀλλ' ἄγγελος μὲν ἧκεν ἐξ οὐρανοῦ, κελεύων σοι καὶ τοῖς σοῖς οἰκείοις φεύγειν, μὴ ἐγκαταλειφθέντες ἀποθάνητε. Φυλάσσειν δέ σε αὐτόθι ὁ δύο ἤδη διὰ σὲ πεπομφὼς ἀγγέλους, ὁ μέγας θεὸς τὸν ἴδιον υἱόν, οὐκ ἐδύνατο; Οἴεται δ' ἡμᾶς <νομίζειν> ἐν τούτοις ὁ Κέλσος μὴ [θεῖόν τι εἶναι ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ κατὰ τὸν Ἰησοῦν], ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ τοιοῦτον γεγονέναι, ὁποῖον Ὁμήρου μῦθοι εἰσάγουσι. Παίζων γοῦν τὸ ἐπὶ τῷ σταυρῷ προχυθὲν αἷμα τοῦ Ἰησοῦ φησιν ὅτι οὐκ ἦν
ἰχώρ, οἷός περ τε ῥέει μακάρεσσι θεοῖσιν.
[Ἡμεῖς δ' αὐτῷ πιστεύοντες Ἰησοῦ [περὶ μὲν τῆς ἐν αὐτῷ θειότητος] λέγοντι· [«Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»], καὶ εἴ τι τούτοις παραπλήσιον, [περὶ δὲ τοῦ, ὅτι ἐν ἀνθρωπίνῳ σώματι ἦν], ταῦτα φάσκοντι· [«Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα», σύνθετόν τι χρῆμά φαμεν αὐτὸν γεγονέναι.] Καὶ ἐχρῆν τὸν προνοούμενον τῆς ὡς ἀνθρώπου ἑαυτοῦ εἰς τὸν βίον ἐπιδημίας μὴ ἀκαίρως ὁμόσε χωρεῖν τῷ ἕως θανάτου κινδύνῳ. Οὕτως δὲ ἔδει αὐτὸν καὶ ὑπὸ τῶν ἀνατρεφόντων ἄγεσθαι, ὑπὸ θείου ἀγγέλου οἰκονομουμένων]· πρότερον μὲν λέγοντος τοῦ χρηματίζοντος· «Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματος ἁγίου ἐστί», δεύτερον δέ· «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.» Ἐν τούτοις δ' οὐδὲ πάνυ παράδοξόν μοι φαίνεται τὸ ἀναγεγραμμένον. Ὄναρ γὰρ τῷ Ἰωσὴφ καθ' ἑκάτερον τόπον τῆς γραφῆς λέγεται ἄγγελος ταῦτ' εἰρηκέναι· [τὸ δὲ ὄναρ δηλοῦσθαί τισι τάδε ποιεῖν καὶ ἄλλοις πλείοσι συμβαίνει, εἴτ' ἀγγέλου εἴθ' οὑτινοσοῦν φαντασιοῦντος τὴν ψυχήν.] [Τί οὖν ἄτοπον τὸν ἅπαξ ἐνανθρωπήσαντα καὶ κατ' ἀνθρωπίνην ἀγωγὴν οἰκονομεῖσθαι πρὸς τὸ ἐκκλίνειν κινδύνους, οὐ τῷ ἄλλως ἀδύνατον εἶναι τὸ τοιοῦτον γενέσθαι ἀλλὰ τῷ δεῖν τὸ ἐγχωροῦν ὁδῷ καὶ τάξει περὶ τῆς σωτηρίας τοῦ Ἰησοῦ ᾠκονομῆσθαι; Καὶ βέλτιόν γε ἦν ὑπεκστῆναι τὸ παιδίον Ἰησοῦν τὴν Ἡρώδου ἐπιβουλὴν καὶ ἀποδημῆσαι μετὰ τῶν τρεφόντων αὐτὸ «εἰς Αἴγυπτον» «ἕως τῆς τελευτῆς» τοῦ ἐπιβουλεύοντος, ἢ τὴν περὶ τοῦ Ἰησοῦ πρόνοιαν κωλύειν τὸ ἐφ' ἡμῖν Ἡρώδου ἀναιρεῖν τὸ παιδίον θέλοντος ἢ τὴν λεγομένην παρὰ τοῖς ποιηταῖς «Ἄϊδος κυνέην» ἤ τι παραπλήσιον ποιεῖν εἶναι περὶ τὸν Ἰησοῦν ἢ πατάξαι ὁμοίως τοῖς ἐν Σοδόμοις τοὺς ἥκοντας ἐπὶ τὴν ἀναίρεσιν αὐτοῦ. Τὸ γὰρ πάνυ παράδοξον τῆς ἐπ' αὐτὸν βοηθείας καὶ ἐπὶ πλέον ἐμφανὲς οὐκ ἦν χρήσιμον τῷ βούλεσθαι αὐτὸν διδάξαι ὡς ἄνθρωπον μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ ἔχειν τι θειότερον ἐν τῷ βλεπομένῳ ἀνθρώπῳ· ὅπερ ἦν ὁ κυρίως υἱὸς θεοῦ, θεὸς λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὁ καλούμενος Χριστός. Οὐ καιρὸς δὲ νῦν τὰ περὶ τοῦ συνθέτου, καὶ ἐξ ὧν συνέκειτο ὁ ἐνανθρωπήσας Ἰησοῦς, διηγήσασθαι, οὔσης τινὸς καί, ἵν' οὕτως ὀνομάσω, οἰκείας ζητήσεως τοῖς πιστεύουσιν εἰς τὸν τόπον.]
