• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος δεύτερος

7.

Δεικνύτωσαν δέ, ποῦ κἂν ἔμφασις λέξεως ἀπὸ ἀλαζονείας προφερομένης παρὰ τῷ Ἰησοῦ εὑρίσκεται. Πῶς γὰρ ἀλαζὼν ὁ λέγων· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»; Ἢ πῶς ἀλαζὼν ὁ «δείπνου γινομένου» ἐκδυσάμενος ἐπὶ τῶν μαθητῶν ζωσάμενος δὲ «λέντιον» καὶ βαλὼν «ὕδωρ εἰς τὸν νιπτῆρα» καὶ νίπτων ἑκάστου «τοὺς πόδας» [καὶ ἐπιτιμῶν τῷ μὴ θέλοντι παρέχειν αὐτοὺς καὶ λέγων· «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ»]; Ἢ πῶς ἀλαζὼν ὁ φάσκων· [«Κἀγὼ ἐγενήθην ἐν μέσῳ ὑμῶν], οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ' ὡς ὁ διακονῶν»; Ἐλεγχέτω δέ τις, τίνα ἐψεύσατο, καὶ παραστησάτω μεγάλα καὶ μικρὰ ψεύδη, ἵνα δείξῃ τὰ μεγάλα ψευσάμενον τὸν Ἰησοῦν. Ἔστι δὲ καὶ ἄλλως [αὐτὸν] ἐλέγξαι· [ὅτι ὡς οὐκ ἔστι ψεῦσμα ψεύσματος μᾶλλον ψεῦσμα, οὕτως οὐδὲ μειζόνως· ὡς οὐδὲ ἀληθὲς ἀληθοῦς μᾶλλον ἀληθὲς ἢ μειζόνως ἀληθές.] Τίνα δὲ καὶ τὰ ἀνόσια τοῦ Ἰησοῦ, ἀπαγγελλέτω καὶ μάλιστα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος. Ἢ ἀνόσιον μὲν τὸ ἀφιστάνειν σωματικῆς περιτομῆς καὶ σωματικοῦ σαββάτου καὶ σωματικῶν ἑορτῶν καὶ σωματικῶν νουμηνιῶν καὶ καθαρῶν καὶ ἀκαθάρτων, μετατιθέναι δὲ τὸν νοῦν ἐπὶ νόμον θεοῦ ἄξιον καὶ ἀληθῆ καὶ πνευματικὸν μετὰ τοῦ τὸν πρεσβεύοντα «ὑπὲρ Χριστοῦ» εἰδέναι «τοῖς Ἰουδαίοις» Ἰουδαῖον γίνεσθαι, «ἵνα Ἰουδαίους» κερδήσῃ, καὶ «τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον», «ἵνα τοὺς ὑπὸ νόμον» κερδήσῃ;

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy