12.
Παιδαριώδη δέ μοι δοκεῖ καὶ τὰ τοιαῦτα, ὅτι στρατηγὸς μὲν ἀγαθὸς καὶ πολλῶν μυριάδων ἡγησάμενος οὐδεπώποτε προὐδόθη, ἀλλ' οὐδὲ λῄσταρχος πονηρὸς καὶ παμπονήρων ἄρχων, ὠφέλιμος τοῖς συνοῦσιν εἶναι δοκῶν· αὐτὸς δὲ προδοθεὶς ὑπὸ τῶν ὑπ' αὐτῷ οὔτε ὡς στρατηγὸς ἦρξεν ἀγαθός, οὔτ' ἀπατήσας τοὺς μαθητὰς κἂν τὴν ὡς πρὸς λῄσταρχον, ἵν' οὕτως ὀνομάσω, εὔνοιαν ἐνεποίησε τοῖς ἀπατηθεῖσι. Πολλὰς γὰρ ἄν τις εὕροι ἱστορίας περὶ στρατηγῶν προδοθέντων ὑπὸ τῶν οἰκείων καὶ λῃσταρχῶν ἁλόντων διὰ τοὺς μὴ τηρήσαντας τὰς πρὸς αὐτοὺς συνθήκας. Ἀλλ' ἔστω μηδένα στρατηγῶν προδεδόσθαι ἢ λῃσταρχῶν· τί τοῦτο συμβάλλεται πρὸς τὸ κατὰ Ἰησοῦ εἶναι τὸ ἕνα τῶν φοιτητῶν προδότην αὐτοῦ γεγονέναι; Ἐπεὶ δὲ φιλοσοφίαν προβάλλεται ὁ Κέλσος, [πυθοίμεθ' ἂν αὐτοῦ ὅτι ἆρα Πλάτωνος ἦν κατηγορία τὸ μετὰ εἴκοσιν ἔτη τῆς παρ' αὐτῷ ἀκροάσεως ἀποφοιτήσαντα τὸν Ἀριστοτέλη κατηγορηκέναι μὲν τοῦ περὶ τῆς ἀθανασίας τῆς ψυχῆς λόγου, Πλάτωνος δὲ «τερετίσματα» τὰς ἰδέας ὠνομακέναι;] Ἔτι δὲ προσαποροῦντες καὶ τοιαῦτα λέγοιμεν ἄν· ἆρα Πλάτων οὐκέτι δυνατὸς ἦν ἐν διαλεκτικῇ οὐδ' ἱκανὸς παραστῆσαι τὰ νενοημένα, ἐπεὶ ἀπεφοίτησεν αὐτοῦ Ἀριστοτέλης, καὶ παρὰ τοῦτο ψευδῆ τὰ Πλάτωνός ἐστι δόγματα; Ἢ δύναται καὶ ἀληθοῦς ὄντος Πλάτωνος, ὡς ἂν λέγοιεν οἱ κατ' αὐτὸν φιλοσοφοῦντες, Ἀριστοτέλης πονηρὸς καὶ ἀχάριστος πρὸς τὸν διδάσκαλον γεγονέναι; Ἀλλὰ καὶ ὁ Χρύσιππος πολλαχοῦ τῶν συγγραμμάτων αὐτοῦ φαίνεται καθαπτόμενος Κλεάνθους, καινοτομῶν παρὰ τὰ ἐκείνῳ δεδογμένα, γενομένῳ αὐτοῦ διδασκάλῳ ἔτι νέου καὶ ἀρχὰς ἔχοντος φιλοσοφίας. Καίτοι γε Ἀριστοτέλης [μὲν εἴκοσιν ἔτεσι λέγεται πεφοιτηκέναι Πλάτωνι, οὐκ ὀλίγον δὲ χρόνον καὶ ὁ Χρύσιππος παρὰ τῷ Κλεάνθει πεποιῆσθαι τὰς διατριβάς· ὁ δὲ Ἰούδας παρὰ τῷ Ἰησοῦ οὐδὲ τρία διέτριψεν ἔτη.] Ἀπὸ δὲ τῶν γεγραμμένων ἐν τοῖς βίοις τῶν φιλοσόφων πολλὰ ἄν τις εὕροι τοιαῦτα, ἐφ' οἷς ἐγκαλεῖ τῷ Ἰησοῦ διὰ τὸν Ἰούδαν ὁ Κέλσος. [Οἱ δὲ Πυθαγόρειοι καὶ κενοτάφια ᾠκοδόμουν τοῖς μετὰ τὸ προτραπῆναι ἐπὶ φιλοσοφίαν παλινδρομήσασιν ἐπὶ τὸν ἰδιωτικὸν βίον· καὶ οὐ παρὰ τοῦτο ἀσθενὴς ἦν λόγῳ καὶ ἀποδείξεσι Πυθαγόρας καὶ οἱ ἀπ' αὐτοῦ.]