ΙΒ Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων.
[5.12.1] Ἐπὶ τούτων τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐπίσκοπος ὁ παρὰ πολλοῖς εἰς ἔτι νῦν βεβοημένος Νάρκισσος ἐγνωρίζετο, πεντεκαιδεκάτην ἄγων διαδοχὴν ἀπὸ τῆς τῶν Ἰουδαίων κατὰ Ἁδριανὸν πολιορκίας, ἐξ οὗ δὴ πρῶτον τὴν αὐτόθι ἐκκλησίαν ἐξ ἐθνῶν συστῆναι μετὰ τοὺς ἐκ περιτομῆς καθηγήσασθαί τε αὐτῶν πρῶτον ἐξ ἐθνῶν ἐπίσκοπον Μάρκον ἐδηλώσαμεν· [5.12.2] μεθ' ὃν ἐπισκοπεῦσαι Κασσιανὸν αἱ τῶν αὐτόθι διαδοχαὶ περιέχουσιν, καὶ μετὰ τοῦτον Πούπλιον, εἶτα Μάξιμον, καὶ ἐπὶ τούτοις Ἰουλιανόν, ἔπειτα Γάϊον, μεθ' ὃν Σύμμαχον, καὶ Γάϊον ἕτερον, καὶ πάλιν ἄλλον Ἰουλιανόν, Καπίτωνά τε πρὸς τούτοις καὶ Οὐάλεντα καὶ Δολιχιανόν, καὶ ἐπὶ πᾶσι τὸν Νάρκισσον, τριακοστὸν ἀπὸ τῶν ἀποστόλων κατὰ τὴν τῶν ἑξῆς διαδοχὴν γεγενημένον.
