Δ Ὅσοι δι' αὐτοῦ κατηχηθέντες προήχθησαν μάρτυρες.
[6.4.1] Πρῶτος μὲν οὖν τούτων ὁ μικρῶι πρόσθεν δηλωθεὶς Πλούταρχος ἦν· οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, σμικροῦ δεῖν αὖθις ὁ περὶ οὗ ὁ λόγος, συμπαρὼν αὐτῶι εἰς ὑστάτην τοῦ βίου τελευτήν, ὑπὸ τῶν αὐτοῦ πολιτῶν ἀνήιρητο, ὡς αἴτιος αὐτῶι πεφηνὼς τοῦ θανάτου· θεοῦ δὲ αὐτὸν ἐτήρει καὶ τότε βουλή. [6.4.2] μετὰ δὲ Πλούταρχον δεύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σέρηνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρειλήφει πίστεως παρεσχημένος. [6.4.3] τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτωι τέταρτος Ἥρων, ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὃ δὲ νεοφώτιστος, τὴν κεφαλὴν ἀποτμηθέντες. ἔτι πρὸς τούτοις τῆς αὐτῆς σχολῆς πέμπτος ἀθλητὴς εὐσεβείας ἀνακηρύττεται ἕτερος τοῦ πρώτου Σέρηνος, ὃν μετὰ πλείστην βασάνων ὑπομονὴν κεφαλῆι κολασθῆναι λόγος ἔχει. καὶ γυναικῶν δὲ Ἡραῒς ἔτι κατηχουμένη τὸ βάπτισμα, ὥς πού φησιν αὐτός, τὸ διὰ πυρὸς λαβοῦσα, τὸν βίον ἐξελήλυθεν.