• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Eusebius von Caesarea (260-339) Historia Ecclesiastica Ἐκκλησιαστικὴ ἱστορία
Βιβλίον Ϛʹ Τάδε καὶ ἡ ςʹ περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

ΚΑ Ὅσοι κατὰ τούσδε ἐπίσκοποι ἐγνωρίζοντο.

[6.21.1] Ἀλλὰ γὰρ Ἀντωνῖνον ἔτη βασιλεύσαντα ἑπτὰ καὶ μῆνας ἓξ Μακρῖνος διαδέχεται· τούτου δ' ἐπ' ἐνιαυτὸν διαγενομένου, αὖθις ἕτερος Ἀντωνῖνος τὴν Ῥωμαίων ἡγεμονίαν παραλαμβάνει· οὗ κατὰ τὸ πρῶτον ἔτος ὁ Ῥωμαίων ἐπίσκοπος Ζεφυρῖνος μεταλλάττει τὸν βίον, ὅλοις ὀκτωκαίδεκα διακατασχὼν ἔτεσιν τὴν λειτουργίαν· [6.21.2] μεθ' ὃν Κάλλιστος τὴν ἐπισκοπὴν ἐγχειρίζεται, ὃς ἐπιβιώσας ἔτεσιν πέντε, Οὐρβανῶι τὴν λειτουργίαν καταλείπει. αὐτοκράτωρ Ἀλέξανδρος ἐπὶ τούτοις διαδέχεται τὴν Ῥωμαίων ἀρχήν, ἐπὶ τέτταρσιν μόνοις· ἔτεσιν Ἀντωνίνου διαγενομένου. ἐν τούτωι δὲ καὶ ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας Ἀσκληπιάδην Φιλητὸς διαδέχεται. [6.21.3] τοῦ δ' αὐτοκράτορος μήτηρ, Μαμαία τοὔνομα, εἰ καί τις ἄλλη θεοσεβεστάτη γυνή, τῆς Ὠριγένους πανταχόσε βοωμένης φήμης, ὡς καὶ μέχρι τῶν αὐτῆς ἐλθεῖν ἀκοῶν, περὶ πολλοῦ ποιεῖται τῆς τοῦ ἀνδρὸς θέας ἀξιωθῆναι καὶ τῆς ὑπὸ πάντων θαυμαζομένης περὶ τὰ θεῖα συνέσεως αὐτοῦ πεῖραν λαβεῖν. [6.21.4] ἐπ' Ἀντιοχείας δῆτα διατρίβουσα, μετὰ στρατιωτικῆς δορυφορίας αὐτὸν ἀνακαλεῖται· παρ' ἧι χρόνον διατρίψας πλεῖστά τε ὅσα εἰς τὴν τοῦ κυρίου δόξαν καὶ τῆς τοῦ θείου διδασκαλείου ἀρετῆς ἐπιδειξάμενος, ἐπὶ τὰς συνήθεις ἔσπευδεν διατριβάς.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ἐκκλησιαστικὴ ἱστορία
Übersetzungen dieses Werks
Histoire ecclésiastique vergleichen
Kirchengeschichte (BKV) vergleichen
The Church History of Eusebius vergleichen
Kommentare zu diesem Werk
Einleitung: Kirchengeschichte des Eusebius
Introduction to Eusebius' Church History
Supplementary Notes and Tables

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung