ΚΘ Περὶ Φαβιανοῦ ὡς Ῥωμαίων ἐπίσκοπος ἐκ θεοῦ παραδόξως ἀνεδείχθη.
[6.29.1] Γορδιανοῦ δὲ μετὰ Μαξιμῖνον τὴν Ῥωμαίων ἡγεμονίαν διαδεξαμένου, τῆς κατὰ Ῥώμην ἐκκλησίας Ποντιανὸν ἔτεσιν ἓξ ἐπισκοπεύσαντα διαδέχεται Ἀντέρως καὶ τοῦτον Φαβιανός, ἐπὶ μῆνα τῆι λειτουργίαι διακονησάμενον. [6.29.2] ἐξ ἀγροῦ φασιν τὸν Φαβιανὸν μετὰ τὴν Ἀντέρωτος τελευτὴν ἅμ' ἑτέροις συνελθόντα ἐπιχωριάζειν τῆι Ῥώμηι, ἔνθα παραδοξότατα πρὸς τῆς θείας καὶ οὐρανίου χάριτος ἐπὶ τὸν κλῆρον παρεληλυθέναι. [6.29.3] τῶν γὰρ ἀδελφῶν ἁπάντων χειροτονίας ἕνεκεν τῆς τοῦ μέλλοντος διαδέξασθαι τὴν ἐπισκοπὴν συγκεκροτημένων πλείστων τε ἐπιφανῶν καὶ ἐνδόξων ἀνδρῶν τοῖς πολλοῖς ἐν ὑπονοίαι ὑπαρχόντων, ὁ Φαβιανὸς παρὼν οὐδενὸς μὲν ἀνθρώπων εἰς διάνοιαν ἤιει, ὅμως δ' οὖν ἀθρόως ἐκ μετεώρου περιστερὰν καταπτᾶσαν ἐπικαθεσθῆναι τῆι αὐτοῦ κεφαλῆι μνημονεύουσιν, μίμημα ἐνδεικνυμένην τῆς ἐπὶ τὸν σωτῆρα τοῦ ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς καθόδου· [6.29.4] ἐφ' ὧι τὸν πάντα λαόν, ὥσπερ ὑφ' ἑνὸς πνεύματος θείου κινηθέντα, προθυμίαι, πάσηι καὶ μιᾶι ψυχῆι ἄξιον ἐπιβοῆσαι καὶ ἀμελλήτως ἐπὶ τὸν θρόνον τῆς ἐπισκοπῆς λαβόντας αὐτὸν ἐπιθεῖναι. τότε δὴ καὶ τοῦ κατ' Ἀντιόχειαν ἐπισκόπου Ζεβέννου τὸν βίον μεταλλάξαντος, Βαβυλᾶς τὴν ἀρχὴν διαδέχεται, ἔν τε Ἀλεξανδρείαι μετὰ Δημήτριον Ἡρακλᾶ τὴν λειτουργίαν παρειληφότος, τῆς τῶν αὐτόθι κατηχήσεως τὴν διατριβὴν διαδέχεται Διονύσιος, εἷς καὶ οὗτος τῶν Ὠριγένους γενόμενος φοιτητῶν.
