Μ Περὶ τῶν Διονυσίωι συμβάντων.
[6.40.1] Τά γέ τοι κατὰ Διονύσιον ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς αὐτοῦ παραθήσομαι, ἔνθα τοῦτον περὶ ἑαυτοῦ λέγων ἱστορεῖ τὸν τρόπον· «ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ θεοῦ λαλῶ, καὶ αὐτὸς οἶδεν εἰ ψεύδομαι· οὐδεμίαν ἐπ' ἐμαυτοῦ βαλλόμενος οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν, [6.40.2] ἀλλὰ καὶ πρότερον, τοῦ κατὰ Δέκιον προτεθέντος διωγμοῦ, Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμψεν εἰς ἀναζήτησίν μου, κἀγὼ μὲν τεσσάρων ἡμερῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν τοῦ φρουμενταρίου προσδοκῶν, ὃ δὲ πάντα μὲν περιῆλθεν ἀνερευνῶν, τὰς ὁδοὺς τοὺς ποταμοὺς τοὺς ἀγρούς, ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίαι δὲ εἴχετο μὴ εὑρίσκων τὴν οἰκίαν· οὐ γὰρ ἐπίστευεν οἴκοι με διωκόμενον μένειν. [6.40.3] καὶ μόλις, μετὰ τὴν τετάρτην ἡμέραν, κελεύσαντός μοι μεταστῆναι τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος, ἐγώ τε καὶ οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελφῶν ἅμα συνεξήλθομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο γέγονεν, τὰ ἑξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶν γεγόναμεν χρήσιμοι». [6.40.4] εἶτά τινα μεταξὺ εἰπών, τὰ μετὰ τὴν φυγὴν αὐτῶι συμβεβηκότα δηλοῖ, ταῦτα ἐπιφέρων· «ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς σὺν ἐμοὶ γενόμενος ὑπὸ τοῖς στρατιώταις, εἰς Ταπόσιριν ἤχθην, ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν ἔτυχεν μὴ παρὼν μηδὲ καταληφθείς, ἐλθὼν δὲ ὕστερον εὗρεν τὸν οἶκον ἔρημον καὶ φρουροῦντας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους». [6.40.5] καὶ μεθ' ἕτερά φησιν· «καὶ τίς ὁ τῆς θαυμασίας οἰκονομίας αὐτοῦ τρόπος; τὰ γὰρ ἀληθῆ λεχθήσεται, ἀπήντετό τις τῶν χωριτῶν ὑποφεύγοντι τῶι Τιμοθέωι καὶ τεταραγμένωι, καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο. [6.40.6] ὃ δὲ τἀληθὲς ἐξεῖπεν, κἀκεῖνος ἀκούσας ἀπήιει δ' εὐωχησόμενος γάμους, διαπαννυχίζειν γὰρ αὐτοῖς ἐν ταῖς τοιαύταις συνόδοις ἔθος εἰσελθὼν ἀπήγγειλεν τοῖς κατακειμένοις· οἳ δὲ ὁρμῆι μιᾶι, καθάπερ ὑπὸ συνθήματι, πάντες ἐξανέστησαν, καὶ δρόμωι φερόμενοι τάχιστα ἧκον, ἐπεισπεσόντες τε ἡμῖν ἠλάλαξαν, καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμᾶς στρατιωτῶν γενομένης, ἐπέστησαν ἡμῖν, ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι. [6.40.7] κἀγὼ μέν, οἶδεν ὁ θεὸς ὡς ληιστὰς εἶναι πρότερον ἡγούμενος ἐπὶ σύλησιν καὶ ἁρπαγὴν ἀφικομένους, μένων ἐπὶ τῆς εὐνῆς, ἤμην γυμνὸς ἐν τῶι λινῶι ἐσθήματι, τὴν δὲ λοιπὴν ἐσθῆτα παρακειμένην αὐτοῖς ὤρεγον· οἳ δὲ ἐξανίστασθαί τε ἐκέλευον καὶ τὴν ταχίστην ἐξιέναι. [6.40.8] καὶ τότε συνεὶς ἐφ' ὧι παρῆσαν, ἀνέκραγον δεόμενος αὐτῶν καὶ ἱκετεύων ἀπιέναι καὶ ἡμᾶς ἐᾶν, εἰ δὲ βούλονται τι χρηστὸν ἐργάσασθαι, τοὺς ἀπάγοντάς με φθάσαι καὶ τὴν κεφαλὴν αὐτοὺς τὴν ἐμὴν ἀποτεμεῖν ἠξίουν. καὶ τοιαῦτα βοῶντος, ὡς ἴσασιν οἱ κοινωνοί μου καὶ μέτοχοι πάντων γενόμενοι, ἀνίστασαν πρὸς βίαν. κἀγὼ μὲν παρῆκα ἐμαυτὸν ὕπτιον εἰς τοὔδαφος, οἳ δὲ διαλαβόντες χειρῶν καὶ ποδῶν σύροντες ἐξήγαγον, [6.40.9] ἐπηκολούθουν δέ μοι οἱ τούτων πάντων μάρτυρες, Γάϊος Φαῦστος Πέτρος Παῦλος· οἳ καὶ ὑπολαβόντες με φοράδην ἐξήγαγον τοῦ πολιχνίου καὶ ὄνωι γυμνῶι ἐπιβιβάσαντες ἀπήγαγον». ταῦτα περὶ ἑαυτοῦ ὁ Διονύσιος.
