ΜϚ Περὶ τῶν ἄλλων Διονυσίου ἐπιστολῶν.
[6.46.1] Ταῦτα καὶ πρὸς τὸν Νοουάτον. γράφει δὲ καὶ τοῖς κατ' Αἴγυπτον ἐπιστολὴν περὶ μετανοίας, ἐν ἧι τὰ δόξαντα αὐτῶι περὶ τῶν ὑποπεπτωκότων παρατέθειται, τάξεις παραπτωμάτων διαγράψας. [6.46.2] καὶ πρὸς Κόλωνα τῆς Ἑρμουπολιτῶν δὲ παροικίας ἐπίσκοπος ἦν οὗτος ἰδία τις περὶ μετανοίας αὐτοῦ φέρεται γραφὴ καὶ ἄλλη ἐπιστρεπτικὴ πρὸς τὸ κατ' Ἀλεξάνδρειαν αὐτοῦ ποίμνιον. ἐν τούτοις ἐστὶν καὶ ἡ περὶ μαρτυρίου πρὸς τὸν Ὠριγένην γραφεῖσα· καὶ τοῖς κατὰ Λαοδίκειαν ἀδελφοῖς, ὧν προΐστατο Θηλυμίδρης ἐπίσκοπος, καὶ τοῖς κατὰ Ἀρμενίαν ὡσαύτως περὶ μετανοίας ἐπιστέλλει, ὧν ἐπεσκόπευεν Μερουζάνης. [6.46.3] πρὸς ἅπασι τούτοις καὶ Κορνηλίωι τῶι κατὰ Ῥώμην γράφει, δεξάμενος αὐτοῦ τὴν κατὰ τοῦ Νοουάτου ἐπιστολήν, ὧι καὶ σημαίνει δηλῶν ἑαυτὸν παρακεκλῆσθαι ὑπό τε Ἑλένου τοῦ ἐν Ταρσῶι τῆς Κιλικίας ἐπισκόπου καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῶι Φιρμιλιανοῦ τε τοῦ ἐν Καππαδοκίαι καὶ τοῦ κατὰ Παλαιστίνην Θεοκτίστου, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀπαντήσοι τὴν κατὰ Ἀντιόχειαν, ἔνθα τοῦ Νοουάτου κρατύνειν τινὲς ἐνεχείρουν τὸ σχίσμα. [6.46.4] πρὸς τούτοις ἐπιστέλλει μηνυθῆναι αὐτῶι Φάβιον μὲν κεκοιμῆσθαι, Δημητριανὸν δὲ διάδοχον ἐκείνου τῆς κατ' Ἀντιόχειαν ἐπισκοπῆς καθεστάναι· γράφει δὲ καὶ περὶ τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς ῥήμασιν φάσκων· «ὁ μὲν γὰρ θαυμάσιος Ἀλέξανδρος ἐν φρουρᾶι γενόμενος, μακαρίως ἀνεπαύσατο». [6.46.5] ἑξῆς ταύτηι καὶ ἑτέρα τις ἐπιστολὴ τοῖς ἐν Ῥώμηι τοῦ Διονυσίου φέρεται διακονικὴ διὰ Ἱππολύτου· τοῖς αὐτοῖς δὲ ἄλλην περὶ εἰρήνης διατυποῦται, καὶ ὡσαύτως περὶ μετανοίας, καὶ αὖ πάλιν ἄλλην τοῖς ἐκεῖσε ὁμολογηταῖς, ἔτι τῆι τοῦ Νοουάτου συμφερομένοις γνώμηι· τοῖς δὲ αὐτοῖς τούτοις ἑτέρας δύο, μεταθεμένοις ἐπὶ τὴν ἐκκλησίαν, ἐπιστέλλει, καὶ ἄλλοις δὲ πλείοσιν ὁμοίως διὰ γραμμάτων ὁμιλήσας, ποικίλας τοῖς ἔτι νῦν σπουδὴν περὶ τοὺς λόγους αὐτοῦ ποιουμένοις καταλέλοιπεν ὠφελείας.
