Γ Ὅπως εἰς πάντα τὸν κόσμον ἐν βραχεῖ χρόνωι διέδραμεν ὁ περὶ τοῦ Χριστοῦ λόγος.
[2.3.1] Οὕτω δῆτα οὐρανίωι δυνάμει καὶ συνεργίαι ἀθρόως οἷά τις ἡλίου βολὴ τὴν σύμπασαν οἰκουμένην ὁ σωτήριος κατηύγαζε λόγος. αὐτίκα ταῖς θείαις ἑπομένως γραφαῖς ἐπὶ «πᾶσαν» προήιει «τὴν γῆν ὁ φθόγγος» τῶν θεσπεσίων εὐαγγελιστῶν αὐτοῦ καὶ ἀποστόλων, «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ [2.3.2] ῥήματα αὐτῶν». καὶ δῆτα ἀνὰ πάσας πόλεις τε καὶ κώμας, πληθυούσης ἅλωνος δίκην, μυρίανδροι καὶ παμπληθεῖς ἀθρόως ἐκκλησίαι συνεστήκεσαν, οἵ τε ἐκ προγόνων διαδοχῆς καὶ τῆς ἀνέκαθεν πλάνης παλαιᾶι νόσωι δεισιδαιμονίας εἰδώλων τὰς ψυχὰς πεπεδημένοι, πρὸς τῆς τοῦ Χριστοῦ δυνάμεως διὰ τῆς τῶν φοιτητῶν αὐτοῦ διδασκαλίας τε ὁμοῦ καὶ παραδοξοποιίας ὥσπερ δεινῶν δεσποτῶν ἀπηλλαγμένοι εἱργμῶν τε χαλεπωτάτων λύσιν εὑράμενοι, πάσης μὲν δαιμονικῆς κατέπτυον πολυθεΐας, ἕνα δὲ μόνον εἶναι θεὸν ὡμολόγουν, τὸν τῶν συμπάντων δημιουργόν, τοῦτόν τε αὐτὸν θεσμοῖς ἀληθοῦς εὐσεβείας δι' ἐνθέου καὶ σώφρονος θρηισκείας τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν τῶι τῶν ἀνθρώπων βίωι κατασπαρείσης ἐγέραιρον. [2.3.3] ἀλλὰ γὰρ τῆς χάριτος ἤδη τῆς θείας καὶ ἐπὶ τὰ λοιπὰ χεομένης ἔθνη καὶ πρώτου μὲν κατὰ τὴν Παλαιστίνων Καισάρειαν Κορνηλίου σὺν ὅλωι τῶι οἴκωι δι' ἐπιφανείας θειοτέρας ὑπουργίας τε Πέτρου τὴν εἰς Χριστὸν πίστιν καταδεξαμένου πλείστων τε καὶ ἄλλων ἐπ' Ἀντιοχείας Ἑλλήνων, οἷς οἱ κατὰ τὸν Στεφάνου διωγμὸν διασπαρέντες ἐκήρυξαν, ἀνθούσης ἄρτι καὶ πληθυούσης τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐν ταὐτῶι τε ἐπιπαρόντων πλείστων ὅσων τῶν τε ἀπὸ Ἱεροσολύμων προφητῶν καὶ σὺν αὐτοῖς Βαρναβᾶ καὶ Παύλου ἑτέρου τε πλήθους ἐπὶ τούτοις ἀδελφῶν, ἡ Χριστιανῶν προσηγορία τότε πρῶτον αὐτόθι ὥσπερ ἀπ' εὐθαλοῦς καὶ [2.3.4] γονίμου πηγῆς ἀναδίδοται. καὶ Ἄγαβος μέν, εἷς τῶν συνόντων αὐτοῖς προφητῶν, περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν προθεσπίζει, Παῦλος δὲ καὶ Βαρναβᾶς ἐξυπηρετησόμενοι τῆι τῶν ἀδελφῶν παραπέμπονται διακονίαι.