ΚΗ Ὅπως ὁ Παῦλος ἀπελεγχθεὶς ἐξεκηρύχθη.
[7.28.1] Τούτων οἳ μάλιστα διέπρεπον, Φιρμιλιανὸς μὲν τῆς Καππαδοκῶν Καισαρείας ἐπίσκοπος ἦν, Γρηγόριος δὲ καὶ Ἀθηνόδωρος ἀδελφοὶ τῶν κατὰ Πόντον παροικιῶν ποιμένες καὶ ἐπὶ τούτοις Ἕλενος τῆς ἐν Ταρσῶι παροικίας καὶ Νικομᾶς τῆς ἐν Ἰκονίωι, οὐ μὴν ἀλλὰ καὶ τῆς ἐν Ἱεροσολύμοιςἐκκλησίας Ὑμέναιος τῆς τε ὁμόρου ταύτης Καισαρείας Θεότεκνος, Μάξιμος ἔτι πρὸς τούτοις, τῶν κατὰ Βόστραν δὲ καὶ οὗτος ἀδελφῶν διαπρεπῶς ἡγεῖτο, μυρίους τε ἄλλους οὐκ ἂν ἀπορήσαι τις ἅμα πρεσβυτέροις καὶ διακόνοις τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐν τῆι προειρημένηι πόλει συγκροτηθέντας ἀπαριθμούμενος, ἀλλὰ τούτων γε οἱ μάλιστα ἐπιφανεῖς οἵδε ἦσαν. [7.28.2] πάντων οὖν κατὰ καιροὺς διαφόρως καὶ πολλάκις ἐπὶ ταὐτὸν συνιόντων, λόγοι καὶ ζητήσεις καθ' ἑκάστην ἀνεκινοῦντο σύνοδον, τῶν μὲν ἀμφὶ τὸν Σαμοσατέα τὰ τῆς ἑτεροδοξίας ἐπικρύπτειν ἔτι καὶ παρακαλύπτεσθαι πειρωμένων, τῶν δὲ ἀπογυμνοῦν καὶ εἰς φανερὸν ἄγειν τὴν αἵρεσιν καὶ τὴν εἰς Χριστὸν βλασφημίαν αὐτοῦ διὰ σπουδῆς ποιουμένων. [7.28.3] ἐν τούτωι δὲ Διονύσιος τελευτᾶι κατὰ τὸ δωδέκατον τῆς Γαλλιηνοῦ βασιλείας, προστὰς τῆς κατ' Ἀλεξάνδρειαν ἐπισκοπῆς ἔτεσιν ἑπτακαίδεκα, διαδέχεται δ' αὐτὸν Μάξιμος. [7.28.4] Γαλλιηνοῦ δ' ἐφ' ὅλοις ἐνιαυτοῖς πεντεκαίδεκα τὴν ἀρχὴν κεκρατηκότος, Κλαύδιος κατέστη διάδοχος. δεύτερον οὗτος διελθὼν ἔτος Αὐρηλιανῶι μεταδίδωσι τὴν ἡγεμονίαν·
