Ε Περὶ τῶν κατὰ Νικομήδειαν.
[8.5.1] Αὐτίκα γοῦν τῶν οὐκ ἀσήμων τις, ἀλλὰ καὶ ἄγαν κατὰ τὰς ἐν τῶι βίωι νενομισμένας ὑπεροχὰς ἐνδοξοτάτων, ἅμα τῶι τὴν κατὰ τῶν ἐκκλησιῶν ἐν τῆι Νικομηδείαι προτεθῆναι γραφήν, ζήλωι τῶι κατὰ θεὸν ὑποκινηθεὶς διαπύρωι τε ἐφορμήσας τῆι πίστει, ἐν προφανεῖ καὶ δημοσίωι κειμένην ὡς ἀνοσίαν καὶ ἀσεβεστάτην ἀνελὼν σπαράττει, δυεῖν ἐπιπαρόντων κατὰ τὴν αὐτὴν πόλιν βασιλέων, τοῦ τε πρεσβυτάτου τῶν ἄλλων καὶ τοῦ τὸν τέταρτον ἀπὸ τούτου τῆς ἀρχῆς ἐπικρατοῦντος βαθμόν. ἀλλ' οὗτος μὲν τῶν τηνικάδε πρῶτος τοῦτον διαπρέψας τὸν τρόπον ἅμα τε τοιαῦτα οἷα καὶ εἰκὸς ἦν, ὑπομείνας ὡς ἂν ἐπὶ τοιούτωι τολμήματι, τὸ ἄλυπον καὶ ἀτάραχον εἰς αὐτὴν τελευταίαν διετήρησεν ἀναπνοήν.
