Appendix
[8.app.1] Ἀλλ' ὁ μὲν τῆς γραφῆς αἴτιος μετὰ τὴν τοιάνδε ὁμολογίαν αὐτίκα καὶ οὐκ εἰς μακρὸν τῶν ἀλγηδόνων ἀπαλλαγεὶς μεταλλάττει τὸν βίον. τοῦτον δὴ λόγος ἔχει πρῶτον αἴτιον τῆς τοῦ διωγμοῦ καταστῆναι συμφορᾶς, ἔτι πάλαι πρὸ τῆς τῶν λοιπῶν βασιλέων κινήσεως τοὺς ἐν στρατείαις Χριστιανοὺς καὶ πρώτους γε ἁπάντων τοὺς ἐπὶ τοῦ ἰδίου οἴκου παρατρέπειν ἐκβεβιασμένον καὶ τοὺς μὲν ἐκ τῆς στρατιωτικῆς ἀξίας ἀποκινοῦντα, τοὺς δὲ ἀτιμότατα καθυβρίζοντα, ἤδη δὲ καὶ θάνατον ἑτέροις ἐπαρτῶντα καὶ τοὔσχατόν γε τοὺς τῆς βασιλείας κοινωνοὺς ἐπὶ τὸν κατὰ πάντων ἀνακεκινηκότα διωγμόν· ὧν καὶ αὐτῶν οὐκ ἄξιον τὸ τοῦ βίου τέλος παραδοῦναι σιωπῆι. [8.app.2] τεττάρων οὖν τὴν κατὰ πάντων διειληχότων ἀρχήν, οἱ μὲν χρόνωι καὶ τιμῆι προηγούμενοι οὐδ' ὅλοις δυεῖν ἔτεσιν ἐπιγενόμενοι τῶι διωγμῶι μεθίστανται τῆς βασιλείας, ἧι καὶ πρόσθεν ἡμῖν δεδήλωται, καὶ δὴ τὸν ἐπίλοιπον τοῦ βίου χρόνον δημώδει καὶ ἰδιωτικῶι τρόπωι διαγενόμενοι τέλος τοιόνδε τῆς ζωῆς εἰλήχασιν, [8.app.3] ὁ μὲν τιμῆι τε καὶ χρόνωι τῶν πρωτείων ἠξιωμένος μακρᾶι καὶ ἐπιλυποτάτηι τῆι τοῦ σώματος ἀσθενείαι διεργασθείς, ὁ δὲ τὰ δεύτερα αὐτοῦ φέρων ἀγχόνηι τὴν ζωὴν ἀπορρήξας, κατά τινα δαιμονίαν προσημείωσιν τοῦτο παθὼν διὰ πλείστας αὐτῶι τετολμημένας ῥαιδιουργίας. [8.app.4] τῶν δὲ μετὰ τούτους ὁ μὲν ὕστατος, ὃν δὴ καὶ ἀρχηγὸν τοῦ παντὸς ἔφαμεν γεγονέναι διωγμοῦ, τοιαῦτα οἷα καὶ προδεδηλώκαμεν πέπονθεν, ὁ δὲ τοῦτον προάγων χρηστότατος καὶ ἠπιώτατος βασιλεὺς Κωνστάντιος, ἐπαξίως τῆς ἡγεμονίας τὸν ἅπαντα τῆς ἀρχῆς διατελέσας χρόνον ἀλλὰ καὶ τἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτόν, ἀτὰρ καὶ τοῦ καθ' ἡμῶν πολέμου ἔξω γενόμενος καὶ τοὺς ὑπ' αὐτὸν θεοσεβεῖς ἀβλαβεῖς καὶ ἀνεπηρεάστους διαφυλάξας καὶ μήτε τοὺς οἴκους τῶν ἐκκλησιῶν καθελὼν μήθ' ἕτερόν τι μηδ' ὅλως καθ' ἡμῶν ἐπικαινουργήσας, τέλος εὔδαιμον καὶ τρισμακάριον ὄντως ἀπείληφεν τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόχωι τῆς βασιλείας γνησίωι παιδὶ τὰ πάντα σωφρονεστάτωι καὶ εὐσεβεστάτωι τελευτήσας· [8.app.5] ὃς εὐθὺς ἀρχόμενος βασιλεὺς τελεώτατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. τοιαύτη τῶν προαναγεγραμμένων τεττάρων ἡ τοῦ βίου ἔκβασις, κατὰ παρηλλαγμένους χρόνους γεγενημένη. [8.app.6] τούτων δὴ μόνος ἔτι λείπων ὁ μικρῶι πρόσθεν ἡμῖν εἰρημένος σὺν τοῖς μετὰ ταῦτα εἰς τὴν ἀρχὴν εἰσποιηθεῖσι τὴν προδεδηλωμένην ἐξομολόγησιν διὰ τοῦ προεκτεθέντος ἐγγράφου λόγου τοῖς πᾶσι φανερὰν κατεστήσαντο.
