ΙΒ Περὶ Ἑλένης τῆς τῶν Ἀδιαβηνῶν βασιλίδος.
[2.12.1] «Ἐπὶ τούτοις γε καὶ τὸν μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθ' ὃν καὶ ἡ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου, διένειμεν τοῖς ἀπορουμένοις». [2.12.2] σύμφωνα δ' ἂν εὕροις καὶ ταῦτα τῆι τῶν Πράξεων τῶν ἀποστόλων γραφῆι, περιεχούσηι ὡς ἄρα τῶν κατ' Ἀντιόχειαν μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος εἰς διακονίαν ἀποστεῖλαι τοῖς κατοικοῦσιν ἐν τῆι Ἰουδαίαι ὃ καὶ ἐποίησαν, ἀποστείλαντες [2.12.3] πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Παύλου. τῆς γέ τοι Ἑλένης, ἧς δὴ καὶ ὁ συγγραφεὺς ἐποιήσατο μνήμην, εἰς ἔτι νῦν στῆλαι διαφανεῖς ἐν προσατείοις δείκνυνται τῆς νῦν Αἰλίας· τοῦ δὲ Ἀδιαβηνῶν ἔθνους αὕτη βασιλεῦσαι ἐλέγετο.
