ΚϚ Ὡς μυρίοις κακοῖς περιηλάθησαν Ἰουδαῖοι, καὶ ὡς τὸν ὕστατον πρὸς Ῥωμαίους ἤραντο πόλεμον. Συνῆκται ἡμῖν ἡ βίβλος ἀπὸ τῶν Κλήμεντος Τερτυλλιανοῦ Ἰωσήπου Φίλωνος.
[2.26.1] Αὖθις δ' ὁ Ἰώσηπος πλεῖστα ὅσα περὶ τῆς τὸ πᾶν Ἰουδαίων ἔθνος καταλαβούσης διελθὼν συμφορᾶς, δηλοῖ κατὰ λέξιν ἐπὶ πλείστοις ἄλλοις μυρίους ὅσους τῶν παρὰ Ἰουδαίοις τετιμημένων μάστιξιν αἰκισθέντας ἐν αὐτῆι τῆι Ἱερουσαλὴμ ἀνασταυρωθῆναι ὑπὸ Φλώρου· τοῦτον δὲ εἶναι τῆς Ἰουδαίας ἐπίτροπον, ὁπηνίκα τὴν ἀρχὴν ἀναρριπισθῆναι τοῦ πολέμου, ἔτους δωδεκάτου τῆς [2.26.2] Νέρωνος ἡγεμονίας, συνέβη. εἶτα δὲ καὶ καθ' ὅλην τὴν Συρίαν ἐπὶ τῆι τῶν Ἰουδαίων ἀποστάσει δεινήν φησι κατειληφέναι ταραχήν, πανταχόσε τῶν ἀπὸ τοῦ ἔθνους πρὸς τῶν κατὰ πόλιν ἐνοίκων ὡς ἂν πολεμίων ἀνηλεῶς πορθουμένων, ὥστε ὁρᾶν τὰς πόλεις μεστὰς ἀτάφων σωμάτων καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους γύναιά τε μηδὲ τῆς ἐπ' αἰδῶι σκέπης μετειληφότα, καὶ πᾶσαν μὲν τὴν ἐπαρχίαν μεστὴν ἀδιηγήτων συμφορῶν, μείζονα δὲ τῶν ἑκάστοτε τολμωμένων τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνάτασιν. ταῦτα κατὰ λέξιν ὁ Ἰώσηπος. καὶ τὰ μὲν κατὰ Ἰουδαίους ἐν τούτοις ἦν.