Ϛ Ὡς κατὰ τοὺς χρόνους αὐτοῦ ἀκολούθως ταῖς προφητείαις ἐξέλιπον ἄρχοντες οἱ τὸ πρὶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἡγούμενοι πρῶτός τε ἀλλόφυλος βασιλεύει αὐτῶν Ἡρώιδης.
[1.6.1] Τηνικαῦτα δὲ καὶ τοῦ Ἰουδαίων ἔθνους Ἡρώιδου πρώτου τὸ γένος ἀλλοφύλου διειληφότος τὴν βασιλείαν ἡ διὰ Μωυσέως περιγραφὴν ἐλάμβανεν προφητεία· «οὐκ ἐκλείψειν ἄρχοντα ἐξ Ἰούδα οὐδὲ ἡγούμενον ἐκ τῶν μηρῶν αὐτοῦ» φήσασα, «ἕως ἂν ἔλθηι ὧι ἀπόκειται,» ὃν καὶ ἀποφαίνει προσδοκίαν ἔσεσθαι ἐθνῶν. [1.6.2] ἀτελῆ γέ τοι τὰ τῆς προρρήσεως ἦν καθ' ὃν ὑπὸ τοῖς οἰκείοις τοῦ ἔθνους ἄρχουσι διάγειν αὐτοῖς ἐξῆν χρόνον, ἄνωθεν ἐξ αὐτοῦ Μωυσέως καταρξαμένοις καὶ εἰς τὴν Αὐγούστου βασιλείαν διαρκέσασιν, καθ' ὃν πρῶτος ἀλλόφυλος Ἡρώιδης τὴν κατὰ Ἰουδαίων ἐπιτρέπεται ὑπὸ Ῥωμαίων ἀρχήν, ὡς μὲν Ἰώσηποςπαραδίδωσιν, Ἰδουμαῖος ὢν κατὰ πατέρα τὸ γένος Ἀράβιος δὲ κατὰ μητέρα, ὡς δ' Ἀφρικανός, οὐχ ὁ τυχὼν δὲ καὶ οὗτος γέγονε συγγραφεύς, φασὶν οἱ τὰ κατ' αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον τοῦτον δ' εἶναι αὐτῶι πατέρα Ἡρώιδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεὼ τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων [1.6.3] γεγονέναι· ὃς Ἀντίπατρος ὑπὸ Ἰδουμαίων ληιστῶν παιδίον αἰχμαλωτισθεὶς σὺν ἐκείνοις ἦν, διὰ τὸ μὴ δύνασθαι τὸν πατέρα πτωχὸν ὄντα καταθέσθαι ὑπὲρ αὐτοῦ, ἐντραφεὶς δὲ τοῖς ἐκείνων ἔθεσιν ὕστερον Ὑρκανῶι τῶι Ἰουδαίων ἀρχιερεῖ φιλοῦται. [1.6.4] τούτου γίνεται ὁ ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἡρώιδης. εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης βασιλείας, ἐπὶ θύραις ἤδη καὶ ἡ τῶν ἐθνῶν ἀκολούθως τῆι προφητείαι προσδοκία παρῆν, ἅτε διαλελοιπότων ἐξ ἐκείνου τῶν παρ' αὐτοῖς ἐξ αὐτοῦ Μωυ[1.6.5]σέως κατὰ διαδοχὴν ἀρξάντων τε καὶ ἡγησαμένων. πρὸ μέν γε τῆς αἰχμαλωσίας αὐτῶν καὶ τῆς εἰς Βαβυλῶνα μεταναστάσεως ἐβασιλεύοντο, ἀπὸ Σαοὺλ πρώτου καὶ Δαυὶδ ἀρξάμενοι. πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον, οἱ προσαγορευόμενοι κριταί, ἄρξαντες καὶ αὐτοὶ μετὰ Μωυσέα καὶ τὸν τούτου [1.6.6] διάδοχον Ἰησοῦν· μετὰ δὲ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐ διέλιπον πολιτείαι χρώμενοι ἀριστοκρατικῆι μετὰ ὀλιγαρχίας οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ Πομπήιος Ῥωμαίων στρατηγὸς ἐπιστὰς τὴν μὲν Ἱερουσαλὴμ πολιορκεῖ κατὰ κράτος μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών, τὸν δ' ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο τοῦ καιροῦ διαρκέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα, Ἀριστόβουλος ὄνομα ἦν αὐτῶι, δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἐκπέμψας, Ὑρκανῶι μὲν τῶι τούτου ἀδελφῶι τὴν ἀρχιερωσύνην παραδίδωσιν, τὸ δὲ πᾶν Ἰουδαίων ἔθνος ἐξ ἐκείνου Ῥωμαίοις ὑπό[1.6.7]φορον κατεστήσατο. αὐτίκα γοῦν καὶ Ὑρκανοῦ, εἰς ὃν ὕστατον τὰ τῆς τῶν ἀρχιερέων περιέστη διαδοχῆς, ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος, πρῶτος, ὡς γοῦν ἔφην, ἀλλόφυλος Ἡρώιδης ὑπὸ τῆς συγκλήτου Ῥωμαίων Αὐγούστου τε βασιλέως τὸ Ἰουδαίων ἔθνος ἐγχειρίζεται, καθ' ὃν ἐναργῶς τῆς τοῦ Χριστοῦ [1.6.8] παρουσίας ἐνστάσης, καὶ τῶν ἐθνῶν ἡ προσδοκωμένη σωτηρία τε καὶ κλῆσις ἀκολούθως τῆι προφητείαι παρηκολούθησεν· ἐξ οὗ δὴ χρόνου τῶν ἀπὸ Ἰούδα ἀρχόντων τε καὶ ἡγουμένων, λέγω δὲ τῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους, διαλελοιπότων, εἰκότως αὐτοῖς καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς ἐπὶ τοὺς ἔγγιστα διαδόχους κατὰ γενεὰν προϊούσης ἀρχιερωσύνης παραχρῆμα συγχεῖται. [1.6.9] ἔχεις καὶ τούτων ἀξιόχρεων τὸν Ἰώσηπον μάρτυρα, δηλοῦντα ὡς τὴν βασιλείαν παρὰ Ῥωμαίων ἐπιτραπεὶς Ἡρώιδης οὐκέτι τοὺς ἐξ ἀρχαίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις τὴν τιμὴν ἀπένεμεν· τὰ ὅμοια δὲ πρᾶξαι τῶι Ἡρώιδηι περὶ τῆς καταστάσεως τῶν ἱερέων Ἀρχέλαόν τε τὸν παῖδα αὐτοῦ καὶ μετὰ τοῦτον Ῥωμαίους, τὴν ἀρχὴν τῶν Ἰουδαίων παρει[1.6.10]ληφότας. ὁ δ' αὐτὸς δηλοῖ ὡς ἄρα καὶ τὴν ἱερὰν στολὴν τοῦ ἀρχιερέως πρῶτος Ἡρώιδης ἀποκλείσας ὑπὸ ἰδίαν σφραγῖδα πεποίηται, μηκέτ' αὐτὴν τοῖς ἀρχιερεῦσιν ἔχειν ὑφ' ἑαυτοὺς ἐπιτρέψας· ταὐτὸν δὲ καὶ τὸν μετ' αὐτὸν Ἀρχέλαον καὶ μετὰ [1.6.11] τοῦτον Ῥωμαίους διαπράξασθαι. καὶ ταῦτα δ' ἡμῖν εἰρήσθω εἰς ἑτέρας ἀπόδειξιν προφητείας κατὰ τὴν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πεπερασμένης. σαφέστατα γοῦν ἐν τῶι Δανιὴλ ἑβδομάδων τινῶν ἀριθμὸν ὀνομαστὶ ἕως Χριστοῦ ἡγουμένου περιλαβὼν ὁ λόγος, περὶ ὧν ἐν ἑτέροις διειλήφαμεν, μετὰ τὸ τούτων συμπέρασμα ἐξολοθρευθήσεσθαι τὸ παρὰ Ἰουδαίοις χρῖσμα προφητεύει· καὶ τοῦτο δὲ σαφῶς κατὰ τὸν καιρὸν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως ἀποδείκνυται συμπεπληρωμένον. ταῦτα δ' ἡμῖν ἀναγκαίως εἰς παράστασιν τῆς τῶν χρόνων ἀληθείας προτετηρήσθω.
