XLIII.
Τὸ μὲν δὴ πρῶτον ὡς ἡμᾶς καταπεμφθὲν βασιλέως γράμμα ταῦτα διετάττετο. αὐτίκα δὲ δι’ ἔργων ἐχώρει τὰ πρὸς τοῦ νόμου διηγορευμένα, καὶ πάντ’ ἐπράττετο τἀναντία τοῖς μικρὸν ἔμπροσθεν ὑπὸ τῆς τυραννικῆς ὠμότητος τετολμημένοις, ἀπήλαυόν τε βασιλικῶν δωρεῶν οἷς ταῦτα νενομοθέτητο.