L.
Τὸν Ἀπόλλω τὸ τηνικαῦτα ἔφασαν ἐξ ἄντρου τινὸς καὶ σκοτίου μυχοῦ οὐχὶ δ’ ἐξ οὐρανοῦ χρῆσαι, ὡς ἄρα οἱ ἐπὶ τῆς γῆς δίκαιοι ἐμπόδιον εἶεν τοῦ ἀληθεύειν αὐτόν, καὶ διὰ τοῦτο ψευδεῖς τῶν τριπόδων τὰς μαντείας ποιεῖσθαι. τοῦτο γάρ τοι ἡ ἱέρεια αὐτοῦ, κατηφεῖς τοὺς πλοκάμους ἀνεῖσα ὑπὸ μανίας τ’ ἐλαυνομένη, τὸ ἐν ἀνθρώποις κακὸν ἀπωδύρετο. ἀλλ’ ἴδωμεν ταῦτα εἰς ὁποῖον τέλος ἐξώκειλε.