LI.
σὲ νῦν τὸν ὕψιστον θεὸν καλῶ· ἠκροώμην τότε κομιδῆ παῖς ἔτι ὑπάρχων, πῶς ὁ κατ’ ἐκεῖνο καιροῦ παρὰ τοῖς Ῥωμαίων αὐτοκράτορσιν ἔχων τὰ πρωτεῖα, δείλαιος, ἀληθῶς δείλαιος, πλάνῃ τὴν ψυχὴν ἠπατημένος, παρὰ τῶν δορυφορούντων αὐτόν, τίνες ἄρα εἶεν οἱ πρὸς τῇ γῇ δίκαιοι, πολυπραγμονῶν ἐπυνθάνετο, καί τις τῶν περὶ αὐτὸν θυηπόλων ἀποκριθείς, Χριστιανοὶ δήπουθεν, ἔφη. ὁ δὲ τὴν ἀπόκρισιν ὥσπερ τι καταβροχθίσας μέλι τὰ κατὰ τῶν ἀδικημάτων εὑρεθέντα ξίφη κατὰ τῆς ἀνεπιλήπτου ὁσιότητος ἐξέτεινεν. αὐτίκα δὴ οὖν διατάγματα λύθρων μιαιφόνοις ὡς εἰπεῖν ἀκωκαῖς συνέταττε, τοῖς τε δικασταῖς τὴν κατὰ φύσιν ἀγχίνοιαν εἰς εὕρεσιν κολαστηρίων καινοτέρων ἐκτείνειν παρεκελεύετο.