LII.
Ἦν τότε, ἦν ἰδεῖν, μεθ’ ὅσης ἐξουσίας ἡ σεμνότης ἐκείνη τῆς θεοσεβείας τῇ τῆς ὠμότητος συνεχείᾳ οὐ τὰς τυχούσας ἐφ’ ἑκάστης ἡμέρας ὕβρεις ὑφίστατο, σωφροσύνη δ’, ἣν τῶν πολεμίων οὐδεὶς ἠδίκησε πώποτε, ὀργίλων πολιτῶν παροινίας πάρεργον ἐγίγνετο. ποῖον πῦρ ποῖαι βάσανοι ποῖον στρεβλωτηρίων εἶδος οὐχὶ παντὶ σώματι καὶ ἡλικίᾳ πάσῃ ἀδιακρίτως προσήγετο; τὸ τηνικαῦτα ἐδάκρυε μὲν ἀναμφιβόλως ἡ γῆ, ὁ δὲ τὰ σύμπαντα περιέχων κόσμος τῷ λύθρῳ χραινόμενος ἀπεκλάετο, ἥ γε μὴν ἡμέρα αὐτὴ τῷ πένθει τοῦ θεάματος ἐνεκαλύπτετο.