LXVIII.
Ἀλλ’, ὦ καλλίστη καὶ θεία πρόνοια, οἷόν μου τῆς ἀκοῆς μᾶλλον δὲ τῆς καρδίας αὐτῆς τραῦμα καίριον ἥψατο, πολλῷ χαλεπωτέραν τῶν ἐκεῖ καταλειφθέντων τὴν ἐν ὑμῖν γιγνομένην διχοστασίαν σημαῖνον, ὡς πλείονος ἤδη τὰ καθ’ ὑμᾶς μέρη θεραπείας δεῖσθαι, παρ’ ὧν τοῖς ἄλλοις τὴν ἴασιν ὑπάρξειν ἤλπισα. διαλογιζομένῳ δή μοι τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τούτων ἄγαν εὐτελὴς καὶ οὐδαμῶς ἀξία τῆς τοσαύτης φιλονεικίας ἡ πρόφασις ἐφωράθη. διόπερ ἐπὶ τὴν τῆς ἐπιστολῆς ταύτης ἀνάγκην ἐπειχθείς, καὶ πρὸς τὴν ὁμόψυχον ὑμῶν ἀγχίνοιαν γράφων, τήν τε θείαν πρόνοιαν καλέσας ἀρωγὸν τῷ πράγματι, μέσον τῆς πρὸς ἀλλήλους ὑμῶν ἀμφισβητήσεως οἷον εἰρήνης πρύτανιν ἐμαυτὸν εἰκότως προσάγω. ὅπερ γὰρ δὴ συναιρομένου τοῦ κρείττονος, εἰ καὶ μείζων ἦν τις ἀφορμὴ διχονοίας, οὐ χαλεπῶς ἂν ἠδυνήθην, ὁσίαις τῶν ἀκουόντων γνώμαις ἐγχειρίζων τὸν λόγον, εἰς τὸ χρησιμώτερον ἕκαστον μεταστῆσαι, τοῦτο, μικρᾶς καὶ λίαν εὐτελοῦς ἀφορμῆς ὑπαρχούσης, ἣ πρὸς τὸ ὅλον ἐμποδὼν ἵσταται, πῶς οὐκ εὐχερεστέραν καὶ πολλῷ ῥᾳδιωτέραν μοι τοῦ πράγματος τὴν ἐπανόρθωσιν μνηστεύσει;