LXXIII.
Ὁ μὲν δὴ θεοφιλὴς ὧδε τὰ πρὸς εἰρήνην τῆς ἐκκλησίας τοῦ θεοῦ διὰ τῆς καταπεμφθείσης προὐνόει γραφῆς. διηκονεῖτο δὲ οὐ τῇ γραφῇ μόνον συμπράττων, ἀλλὰ καὶ τῷ τοῦ καταπέμψαντος νεύματι καλῶς κἀγαθῶς, καὶ ἦν τὰ πάντα θεοσεβὴς ἀνήρ, ὡς εἴρηται. τὸ δ’ ἦν ἄρα κρεῖττον ἢ κατὰ τὴν τοῦ γράμματος διακονίαν, ὡς αὐξηθῆναι μὲν ἐπὶ μεῖζον τὴν τῶν διαμαχομένων ἔριν, χωρῆσαι δ’ εἰς ἁπάσας τὰς ἀνατολικὰς ἐπαρχίας τοῦ κακοῦ τὴν νομήν. ταῦτα μὲν οὖν φθόνος τις καὶ πονηρὸς δαίμων τοῖς τῆς ἐκκλησίας βασκαίνων ἀγαθοῖς κατειργάζετο.