XIII.
Ὁ μὲν δὴ ταῦτ’ εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἑτέρου, παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις. ἐντεῦθεν δ’ οἱ μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ’ ἀπελογοῦντό τε καὶ ἀντεμέμφοντο. πλείστων [δῆτα] ὑφ’ ἑκατέρου τάγματος προτεινομένων πολλῆς τ’ ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο βασιλεὺς τῶν πάντων σχολῇ τ’ εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τ’ ἀντιλαμβανόμενος τῶν παρ’ ἑκατέρου τάγματος λεγομένων, ἠρέμα συνήγαγε τοὺς φιλονείκως ἐνισταμένους. πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν [συμπείθων], τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ’ εὖ λέγοντας ἐπαινῶν, πάντας τ’ εἰς ὁμόνοιαν ἐλαύνων, εἰσόθ’ ὁμογνώμονας καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο,