XXV.
Τούτων δ’ ὧδ’ ἐχόντων, μνήμης <ἄξιον> ἄλλο τι μέγιστον ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὁ θεοφιλὴς εἰργάζετο. τί δ’ ἦν τοῦτο; τὸν ἐν τοῖς Ἱεροσολύμοις τῆς σωτηρίου ἀναστάσεως μακαριστότατον τόπον ἐδόκει δεῖν αὐτῷ προφανῆ καὶ σεπτὸν ἀποφῆναι τοῖς πᾶσιν. αὐτίκα γοῦν οἶκον εὐκτήριον συστήσασθαι διεκελεύετο, οὐκ ἀθεεὶ τοῦτ’ ἐν διανοίᾳ βαλὼν ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ σωτῆρος ἀνακινηθεὶς τῷ πνεύματι.