L.
Τούτοις μὲν οὖν τὴν αὐτοῦ πόλιν ἐκαλλώπιζε. τὴν δὲ Βιθυνῶν ἄρχουσαν ὁμοίως ἀναθήματι μεγίστης καὶ ὑπερφυοῦς ἐκκλησίας ἐτίμα, ἐξ οἰκείων θησαυρῶν κἀνταῦθα τῷ αὐτοῦ σωτῆρι κατ’ ἐχθρῶν καὶ θεομάχων ἀνυψῶν νικητήρια. καὶ τῶν λοιπῶν δ’ ἐθνῶν τὰς μάλιστα κρατιστευούσας πόλεις ταῖς τῶν εὐκτηρίων φιλοκαλίαις ἐκπρέπειν ἐποίει, ὥσπερ οὖν καὶ {τὴν} ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως, ἣ τὴν ἐπώνυμον εἴληχεν Ἀντιόχου προσηγορίαν· ἐφ’ ἧς ὡς ἐπὶ κεφαλῆς τῶν τῇδε ἐθνῶν μονογενές τι χρῆμα ἐκκλησίας μεγέθους ἕνεκα καὶ κάλλους ἀφιέρου, μακροῖς μὲν ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαβών, εἴσω δὲ τὸν εὐκτήριον οἶκον εἰς ἀμήχανον ἐπάρας ὕψος, ἐν ὀκταέδρου {μὲν} συνεστῶτα σχήματι, ἐν κύκλῳ ὑπερῴων τε καὶ καταγείων χωρημάτων ἁπανταχόθεν περιεστοιχισμένον, ὃν καὶ χρυσοῦ πλείονος ἀφθονίᾳ χαλκοῦ τε καὶ τῆς λοιπῆς πολυτελοῦς ὕλης ἐστεφάνου κάλλεσιν.
