XXXII.
Ῥωμαίᾳ μὲν οὖν γλώττῃ τὴν τῶν λόγων συγγραφὴν βασιλεὺς παρεῖχε. μετέβαλλον δ’ αὐτὴν Ἑλλάδι μεθερμηνευταὶ φωνῇ οἷς τοῦτο ποιεῖν ἔργον ἦν, τῶν δ’ ἑρμηνευθέντων λόγων δείγματος ἕνεκεν μετὰ τὴν παροῦσαν ὑπόθεσιν ἑξῆς ἐκεῖνον συνάψω, ὃν ὁ αὐτὸς ἐπέγραψε «Τῷ τῶν ἁγίων συλλόγῳ», τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἀναθεὶς τὴν γραφήν, ὡς μή τις κόμπον εἶναι νομίσειε τὴν ἡμετέραν ἀμφὶ τῶν λεχθέντων μαρτυρίαν.