XLV.
Ἀλλ’ ὁ μὲν ταύτην ἐπλήρου τὴν ὑπηρεσίαν, οἱ δὲ τοῦ θεοῦ λειτουργοὶ εὐχαῖς ἅμα καὶ διαλέξεσι τὴν ἑορτὴν κατεκόσμουν· οἱ μὲν τοῦ θεοφιλοῦς βασιλέως τὴν εἰς τὸν τῶν ὅλων σωτῆρα καθοσίωσιν ἀνυμνοῦντες, τάς τε περὶ τὸ μαρτύριον μεγαλουργίας διεξιόντες τῷ λόγῳ, οἱ δὲ ταῖς ἀπὸ τῶν θείων δογμάτων πανηγυρικαῖς θεολογίαις πανδαισίαν λογικῶν τροφῶν ταῖς πάντων παραδιδόντες ἀκοαῖς· ἄλλοι δ’ ἑρμηνείας τῶν θείων ἀναγνωσμάτων ἐποιοῦντο, τὰς ἀπορρήτους ἀποκαλύπτοντες θεωρίας, οἱ δὲ μὴ διὰ τούτων χωρεῖν οἷοί τε θυσίαις ἀναίμοις καὶ μυστικαῖς ἱερουργίαις τὸ θεῖον ἱλάσκοντο, ὑπὲρ τῆς κοινῆς εἰρήνης, ὑπὲρ τῆς ἐκκλησίας τοῦ θεοῦ, αὐτοῦ τε βασιλέως ὕπερ, τοῦ τῶν τοσούτων αἰτίου, παίδων τ’ αὐτοῦ θεοφιλῶν ἱκετηρίους εὐχὰς τῷ θεῷ προσαναφέροντες. ἔνθα δὴ καὶ ἡμεῖς τῶν ὑπὲρ ἡμᾶς ἀγαθῶν ἠξιωμένοι ποικίλαις ταῖς εἰς τὸ κοινὸν διαλέξεσι τὴν ἑορτὴν ἐτιμῶμεν, τοτὲ μὲν {διὰ γράμματος} τῶν βασιλεῖ πεφιλοσοφημένων τὰς ἐκφράσεις {ἑρμηνεύοντες} <ποιούμενοι>, τοτὲ δὲ καιρίους καὶ τοῖς προκειμένοις συμβόλοις τὰς προφητικὰς {ποιούμενοι} <ἑρμηνεύοντες> θεωρίας. οὕτω μὲν ἡ τῆς ἀφιερώσεως ἑορτὴ ἐν αὐτῇ τῇ βασιλέως τριακονταετηρίδι σὺν εὐφροσύναις ἐπετελεῖτο.