LV.
Ἀλλὰ τοὺς μὲν οὐκ εἰς μακρὸν ἡ θεία μετήρχετο δίκη. αὐτὸς δὲ βασιλεὺς οὕτω τὴν ψυχὴν λογικῇ συνέσει προῆκτο, ὡς αὐτῆς μέχρι τελευτῆς συνήθως μὲν λογογραφεῖν, συνήθως δὲ τὰς [προσόδους] ποιεῖσθαι καὶ τὰς θεοπρεπεῖς τοῖς ἀκροαταῖς διδασκαλίας παρέχειν, νομοθετεῖν τε συνήθως τοτὲ μὲν πολιτικοῖς τοτὲ δὲ στρατιωτικοῖς, πάντα τε προσφόρως τῷ τῶν ἀνθρώπων ἐπινοεῖν βίῳ. μνημονεῦσαι δ’ ἄξιον, ὡς πρὸς αὐτῇ γεγονὼς τῇ τοῦ βίου τελευτῇ ἐπικήδειόν τινα λόγον ἐπὶ τοῦ συνήθους διῆλθεν ἀκροατηρίου, μακρὸν δὲ [κατατείνας] ἐν τούτῳ περὶ ψυχῆς ἀθανασίας διεξῄει περί τε τῶν εὐσεβῶς τὴν παροῦσαν διηνυκότων ζωὴν τῶν τε τοῖς θεοφιλέσι παρ’ αὐτῷ θεῷ τεταμιευμένων ἀγαθῶν, μακραῖς δ’ ἀποδείξεσι καὶ τὸ τῶν ἐναντίων τάγμα ὁποίου τέλους τεύξεται φανερὸν ἐποίει, τῶν ἀθέων τὴν καταστροφὴν παραδιδοὺς τῇ γραφῇ· ὃ δὴ καὶ ἐμβριθῶς μαρτυρόμενος καθάπτεσθαι τῶν ἀμφ’ αὐτὸν ἐδόκει, ὡς καί τινα τῶν δοκησισόφων ἔρεσθαι ὅπως ἔχειν αὐτῷ φαίνοιτο τὰ λεγόμενα, τὸν δ’ ἐπιμαρτυρῆσαι τοῖς λόγοις ἀλήθειαν, σφόδρα τε καίπερ οὐκ ἐθέλοντα ἐπαινεῖν τὰς κατὰ τῶν πολυθέων διδασκαλίας. τοιαῦτα πρὸ τῆς τελευτῆς τοῖς γνωρίμοις ὁμιλήσας, αὐτὸς αὐτῷ τὴν ἐπὶ τὰ κρείττω πορείαν λεῖαν καὶ ὁμαλὴν ἐῴκει παρασκευάζειν.