• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Eusebius von Caesarea (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ

IV

1. Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· ἡ δὲ κατὰ χρόνον ἀρχὴ γένεσις καλεῖται· τὰ δ' ἐκ γενέσεως φθαρτὰ πάντα, μορφὴν δὲ χρόνος ἀμαυροῖ. πῶς οὖν ἂν οἱ ἐκ γενέσεως φθαρτῆς εἶεν ἀθάνατοι; δόξα δὲ τῶν ἀλογίστων δήμων τοιαύτη τις διαπεφοίτηκεν, ὡς παρὰ τοῖς θεοῖς γάμοι παιδοσπορίαι τε ἐνομίσθησαν. εἰ δ' ἀθάνατοι οἱ γεννώμενοι, γεννῶνται δὲ ἀεί, πλημμυρεῖν ἀνάγκη τὸ γένος. προσθήκης δ' ἐπιγενομένης, τίς ἂν οὐρανός, ποία δὲ γῆ τοσοῦτον σμῆνος ἐπιγιγνόμενον θεῶν ἐχώρησεν; τί δ' ἂν εἴποι τις περὶ ἀνδρῶν οὐρανίους ἀδελφοὺς εἰς γάμου κοινωνίαν συναπτόντων μοιχείας τε καὶ ἀκολασίας ἐγκαλούντων; λέγωμεν δὴ τεθαρρηκότως καὶ τὰς τιμὰς αὐτῶν τά τε παρ' ἀνθρώπων εἰς αὐτοὺς γέρα ὕβρεσι καὶ ἀσελγείαις μεμῖχθαι. ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἷα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον πλάσμα κολακεύει σέβων ὡς θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος θνητὸν εἶναι.

3. τῶν δ' ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας. τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποθεῖ δι' ἧς γνωρισθείη, οὔτε σχήματος ἀνέχεται ὡς ἂν εἰκόνος ἢ τύπου. ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων· ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Übersetzungen dieses Werks
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung