X
1. Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βεβλαμμένοι, ὥστε ὅταν τούτοις αὐτοῖς ἐντυγχάνωσι, μήτ' ἐπιστρέφεσθαι μήτε δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾶν ὡς πεπλασμένων τινῶν μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι, τὸ δὲ στερεὸν τοῦ δόγματος ἀποστρέφονται, μύθοις τε πιστεύουσι ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα πᾶσαν δὲ βάρβαρον ἑώλοις τε καὶ ψευδέσι φήμαις διαβοῶσιν.
2. οἱ γάρ τοι ποιηταὶ παῖδας θεοῦ, ἀνθρώπους, μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς ψυχάς, κρίσεις τε καὶ δικαιωτήρια ὑμνοῦντες καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες, οἱ δὲ αὐτοὶ ποιηταὶ μάχας δαιμόνων καὶ πολεμικούς τινας ἐξαγγέλλουσι νόμους, εἱμαρμένας τε αὐτῶν διαφημίζουσι, καὶ τοὺς μέν τινας φύσει πικρούς, τοὺς δὲ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἀλλοτρίους, τοὺς δέ τινας δυσχερεῖς ἀποφαίνονται. εἰσάγουσι δὲ καὶ ὀδυρομένους τὰς τῶν ἰδίων παίδων σφαγάς, ὡς μὴ δυνατὸν αὐτοῖς οὐχ ὅτι γ' ἀλλοτρίοις ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεῖν, ἀνθρωποπαθεῖς τ' αὐτοὺς εἰσάγουσι, πολέμους καὶ τρώσεις χαράς τε καὶ ὀδυρμοὺς ᾄδοντες.
3. καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίᾳ θείᾳ μετέρχονται τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει περὶ ὧν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται. ἀλλ' ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τῶν ἀκουόντων ψυχὰς ἴδιον εἶναι ποιητικῆς, τὸ δ' ἀληθὲς εἶναι, ἡνίκα ἂν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἢ ὡς λέγεται.
4. ἔστω τοῦτ' ἴδιον ποιήσεως τὸ τὴν ἀλήθειαν ἔσθ' ὅτε ἀφαρπάζειν· ἀλλ' οἱ τὰ ψευδῆ λέγοντες οὐ μάτην ψεύδονται· ἢ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἢ κακήν τινα πρᾶξιν συνειδότες ἑαυτοῖς διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπικαλύπτονται. ἦν γὰρ δυνατόν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν περὶ τῆς κρείττονος φύσεως ἱστοροῦντας ψεύδεσθαι μηδὲ δυσσεβεῖν.