XX
1. Λήψεται ἀφθάρτοιο θεοῦ βίοτον καὶ ἀθρήσει
Ἥρωας σὺν ἐκείνῳ ἀολλέας· ἠδὲ καὶ αὐτὸς [δηλαδὴ τοὺς δικαίους].
Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανεῖται,
Πατροδότοις ἀρετῇσι κυβερνῶν ἡνία κόσμου.
Σοὶ δ' ἄρα, παῖ, πρώτιστα φύει δωρήματα γαῖα
Κριθὴν ἠδὲ κύπειρον, ὁμοῦ κολακάσσι' ἀκάνθῳ.
2. θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμημένος, ὃς ἀκριβῶς ἐπιστάμενος τὴν τῶν τότε παρόντων καιρῶν ὠμότητα·
Σοὶ δ' αἶγες θαλεραί, φησίν,
μαστοῖς καταβεβριθυῖαι,
Αὐτόματοι γλυκὺ νᾶμα συνεκτελέουσι γάλακτος,
Οὐδὲ θέμις ταρβεῖν βλοσυροὺς ἀγέλῃσι λέοντας. ἀληθῆ λέγων· ἡ γὰρ πίστις τῆς βασιλικῆς αὐλῆς τοὺς δυνάστας οὐ φοβηθήσεται.
Φύσει δ' εὐώδη τὰ σπάργανα σεῖό γε ποίην
Ὄλλυται ἰοβόλου φύσις ἑρπετοῦ, ὄλλυται ...
Λοίγιος, Ἀσσύριον θάλλει κατὰ τέμπε' ἄμωμον.
3. τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτῆρος ἀρετῆς οἰκειότερον εἴποι τις ἄν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὤπασε γέννᾳ. ὁ δὲ ὄφις ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὃς τοὺς πρωτοπλάστους πρῶτος ἐξηπάτα, παράγων τὰς διανοίας αὐτῶν ἀπὸ τῆς ἐμφύτου <σωφροσύνης> ἐπὶ τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ὅπως γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον.
4. πρὸ γάρ τοι τῆς κατελεύσεως τοῦ σωτῆρος τῆς ἀθανασίας τῶν δικαίων ἀγνοίᾳ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας ἔθραυε, παθόντος δὲ αὐτοῦ καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος ἐκ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδικημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. τότε δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαρρεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς διασήμου τε ἀναστάσεως τὰ ὅμοια ἐλπίζειν ἐκέλευσεν.
5. οὐκοῦν δικαίως ἐτελεύτα πᾶσα ἡ τῶν ἰοβόλων φύσις, ἐτελεύτα δὲ καὶ θάνατος, ἐπεσφραγίσθη δὲ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ θεοῦ, φύεσθαι δὲ ἀνέδην καὶ πανταχοῦ φάσκων τὸ ἄμωμον πλῆθος τῶν θρησκευόντων προσαγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι θάλλον ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει.
6. πεπαιδευμένως δέ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἑξῆς ἅπαντα ἀκολούθως ἔχει·
Αὐτίκα δ' ἡρώων ἀρετὰς πατρός τε μεγίστου
Ἔργ' ὑπερηνορίῃσι κεκασμένα πάντα μαθήσῃ.
τοὺς μὲν τῶν ἡρώων ἐπαίνους τὰ τῶν δικαίων ἀνδρῶν ἔργα σημαίνων, τὰς δὲ ἀρετὰς τοῦ πατρὸς τὴν τοῦ κόσμου σύνταξιν καὶ τὴν εἰς αἰώνιον διαμονὴν ἀπεργασίαν λέγων, ἴσως δὲ καὶ τοὺς νόμους, οἷς ἡ θεοφιλὴς ἐκκλησία χρῆται ἐπιτηδεύουσα τὸν μετὰ δικαιοσύνης τε καὶ σωφροσύνης βίον.
7. θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου·
Πρῶτα μὲν ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί·
(τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.)
Ἐν δ' ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς,
(ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον,)
Σκληρῶν δ' ἐκ πεύκης λαγόνων μέλιτος ῥέε νᾶμα·
8. τὴν ἠλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογράφων ἦθος· ἴσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήψεσθαι διδάσκων.
Παῦρα δ' ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης·
Πόντον ἐπαΐξαι περί τ' ἄστεα τείχεσι κλεῖσαι,
Ῥῆξαί τ' εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης·
Ἄλλος ἔπειτ' ἔσται Τῖφυς, καὶ Θεσσαλὶς Ἀργώ,
Ἀνδράσιν ἡρώεσσιν ἀγαλλομένη, πολέμου δὲ
Τρώων καὶ Δαναῶν πειρήσεται αὖθις Ἀχιλλεύς.
εὖγ', ὦ σοφώτατε ποιητά· τὴν γὰρ ποιητικὴν ἐξουσίαν μέχρι τοῦ προσήκοντος ἐταμιεύσω. οὐ γὰρ ἦν σοὶ προκείμενον ἀποθεσπίσαι μὴ ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηρτημένος.
9. πεφραγμένως δὴ καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιασάμενος, ἅπερ ἀληθῶς ἔτι καὶ νῦν ἐξετάζεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε. γοῦν ἄντικρυς τῆς ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας καὶ παραγγελίας μεγίστου πατρός.
10. τί δὴ μετὰ ταῦτα ὁ ποιητὴς λέγει;
Ἀλλ' ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται, (τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώπων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆν εἰρήνῃ κατακοσμήσῃ,)
Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι,
Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ,
Αὐτὴ δ' ἄσπαρτος καὶ ἀνήροτος· οὐδὲ μὲν ἀκμὴν
Ὀτραλέου δρεπάνοιο ποθησέμεν ἄμπελον οἶμαι.
Οὐδ' ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ
Ἀρνειὸς Τυρίῃσι περιπρέψει λιβάδεσσι,
Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμείβων.
Ἀλλ' ἄγε τιμῆεν σκῆπτρον βασιληίδος ἀρχῆς
Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο.
Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα,
Χαρμοσύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης,
Γηθόσυνόν τ' αἰῶνος ἀπειρεσίου λάσιον κῆρ.
Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς
Σὴν ἀρετὴν κελαδεῖν, ἐφ' ὅσον δύναμίς γε παρείη·
Οὐκ ἄν με πλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός,
Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών·
Ἀλλ' οὐδ' αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης.
Κόσμου κητώεντος ὅρα, φησί, καὶ τῶν στοιχείων ἁπάντων χαράν.