• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Eusèbe de Césarée (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Λόγος α´

I.

Ἄρτι μὲν τῷ μεγάλῳ βασιλεῖ παντοίων δεκάδων {διττῶν τε καὶ τριττῶν} περιόδους ἐν ἑορτῶν εὐωχίαις πᾶν γένος ἀνθρώπων ἐπανηγύριζεν, ἄρτι δὲ καὶ ἡμεῖς αὐτοὶ τὸν καλλίνικον, μέσον ἀπολαβόντες θεοῦ λειτουργῶν συνόδου, εἰκοσαετηρικοῖς ὕμνοις ἐγεραίρομεν, ἤδη δὲ καὶ τριακονταετηρικοὺς αὐτῷ λόγων πλέξαντες στεφάνους, ἐν αὐτοῖς πρώην βασιλείοις τὴν ἱερὰν κεφαλὴν ἀνεστέφομεν· νυνὶ δ’ ὁ λόγος ἡμῖν ἀμηχανῶν ἕστηκε, ποθῶν μέν τι τῶν συνήθων προσφθέγξασθαι, ἀπορῶν δ’ ὅπῃ καὶ τράποιτο μόνῳ τε τῷ θαύματι τῆς ξενιζούσης ὄψεως καταπεπληγμένος. ὅπῃ γὰρ ἀτενὲς ἐμβλέψειεν, ἤν τε πρὸς ἕω ἤν τε πρὸς ἑσπέραν, ἤν τ’ ἐπὶ γῆς αὐτῆς ὅλης ἤν τε πρὸς οὐρανὸν αὐτόν, πάντῃ καὶ πανταχοῦ τὸν μακάριον αὐτῇ συνόντα [βασιλείᾳ] θεωρεῖ. γῆς μὲν γὰρ τοὺς αὐτοῦ παῖδας οἷά τινας νέους λαμπτῆρας τῶν αὐτοῦ μαρμαρυγῶν συνορᾷ πληροῦντας τὸ πᾶν, αὐτόν τε ζῶντα δυνάμει καὶ τὸν σύμπαντα διακυβερνῶντα βίον κρειττόνως ἢ πρόσθεν τῇ τῶν παίδων πολυπλασιασθέντα διαδοχῇ· οἳ καισάρων μὲν ἔτι πρότερον μετεῖχον τιμῆς, νυνὶ δ’ ὅλον αὐτὸν ἐνδυσάμενοι θεοσεβείας ἀρετῇ, αὐτοκράτορες αὔγουστοι σεβαστοὶ βασιλεῖς τοῖς τοῦ πατρὸς ἐμπρέποντες καλλωπίσμασιν ἀνεδείχθησαν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Traductions de cette œuvre
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité