XXXIX.
Ταῦτά τε καὶ ὅσα τούτοις ἀδελφὰ Κωνσταντῖνος τῷ πανηγεμόνι καὶ τῆς νίκης αἰτίῳ κατὰ καιρὸν ὁμοίως τῷ μεγάλῳ θεράποντι ἔργοις αὐτοῖς ἀνυμνήσας, μετ’ ἐπινικίων εἰσήλαυνεν εἰς τὴν βασιλεύουσαν πόλιν. πάντες δ’ ἀθρόως αὐτὸν οἵ τ’ ἀπὸ τῆς συγκλήτου βουλῆς οἵ τ’ ἄλλως ἐπιφανεῖς καὶ διάσημοι τῶν τῇδε, ὥσπερ ἐξ εἱργμῶν ἠλευθερωμένοι, σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑπεδέχοντο, ὁμοῦ τ’ ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶ καὶ οἰκετῶν μυρίοις πλήθεσι λυτρωτὴν αὐτὸν σωτῆρά τε καὶ εὐεργέτην βοαῖς ἀσχέτοις ἐπεφώνουν. ὁ δ’ ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος μήτ’ ἐπὶ ταῖς βοαῖς χαυνούμενος μήτ’ ἐπαιρόμενος τοῖς ἐπαίνοις, τῆς δ’ ἐκ θεοῦ συνῃσθημένος βοηθείας, εὐχαριστήριον ἀπεδίδου παραχρῆμα εὐχὴν τῷ τῆς νίκης αἰτίῳ.