XX.
Ἡπλοῦντο δὲ καὶ παρ’ ἡμῖν, ὥσπερ οὖν καὶ πρότερον παρὰ τοῖς θάτερον μέρος τῆς οἰκουμένης λαχοῦσι, βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε τῆς πρὸς τὸν θεὸν ὁσίας πνέοντες παντοίας παρεῖχον ἀγαθῶν ἐπαγγελίας, τοῖς μὲν κατ’ ἔθνος ἐπαρχιώταις τὰ πρόσφορα καὶ λυσιτελῆ δωρούμενοι, ταῖς δ’ ἐκκλησίαις τοῦ θεοῦ τὰ κατάλληλα διαγορεύοντες. ἀνεκαλοῦντο γοῦν ἐκείνους πρώτιστα πάντων, ὅσοι τοῦ μὴ εἰδωλολατρῆσαι χάριν ὑπὸ τῶν κατ’ ἔθνος ἡγουμένων, ἐξορίας καὶ μετοικίας ὑπέμειναν, κἄπειτα τοὺς βουλευτηρίοις ἐγκριθέντας τῆς αὐτῆς ἕνεκεν αἰτίας ἠλευθέρουν τῶν λειτουργημάτων, καὶ τοῖς ἀφῃρημένοις δὲ τὰς οὐσίας ἀναλαμβάνειν ταύτας ἐγκελευόμενοι. οἵ τ’ ἐν καιρῷ τοῦ ἀγῶνος καρτερίᾳ ψυχῆς διὰ θεὸν λαμπρυνόμενοι μετάλλοις τε κακοπαθεῖν παραδοθέντες ἢ νήσους οἰκεῖν κριθέντες ἢ δημοσίοις ἔργοις δουλεύειν κατηναγκασμένοι τούτων ἀθρόως ἁπάντων ἐλευθερίας ἀπήλαυον. καὶ τοὺς στρατιωτικῆς δ’ ἀξίας δι’ ἔνστασιν θεοσεβείας ἀποβλήτους γενομένους ἀνεκαλεῖτο τῆς ὕβρεως ἡ βασιλικὴ δωρεά, ἐπ’ ἐξουσίας αἵρεσιν παρέχουσα ἢ τὰς οἰκείας ἀπολαμβάνειν καὶ διαπρέπειν τοῖς προτέροις αὐτῶν ἀξιώμασιν, ἢ ἀγαπῶντας τὸν εὐσταλῆ βίον πάντων λειτουργημάτων ἀνεπηρεάστους διατελεῖν. καὶ τοὺς γυναικείοις δ’ ἔργοις ἐφ’ ὕβρει καὶ ἀτιμίᾳ δουλεύειν κριθέντας ὁμοίως τοῖς λοιποῖς ἠλευθέρουν.