XXI.
Καὶ ταῦτα μὲν περὶ τῶν ταῦθ’ ὑπομεινάντων ἡ βασιλέως ἐνομοθέτει γραφή. περὶ δὲ τῆς ὑπάρξεως τῶν αὐτῶν ἐντελῶς διηγόρευεν ὁ νόμος. τῶν τε γὰρ ἁγίων τοῦ θεοῦ μαρτύρων τῶν ἐν ὁμολογίᾳ τὴν τελευτὴν ἀποθεμένων τοῦ βίου τὰς οὐσίας ἐκέλευε τοὺς τῷ γένει προσήκοντας ἀπολαμβάνειν, εἰ δὲ μὴ τούτων τις εἴη, τὰς ἐκκλησίας ὑποδέχεσθαι τοὺς κλήρους. καὶ τὰ ἐκ ταμείου δὲ πρότερον ἑτέροις ἢ κατὰ πρᾶσιν ἢ κατὰ δωρεὰν ἐκποιηθέντα τά τ’ ἐν αὐτῷ καταληφθέντα εἰς τοὐπίσω προσήκειν τοῖς δεσπόταις ἀποδίδοσθαι τὸ τῆς δωρεᾶς γράμμα διεκελεύετο. τοσαῦτα μὲν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ αἱ καταπεμφθεῖσαι δωρεαὶ παρεῖχον.