• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theodoret of Cyrus (393-466) Historia Ecclesiastica

Edition Hide
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ

κγʹ.

Περὶ τῆς Μωϋσέως τοῦ μονάζοντος χειροτονίας.

Κατ´ ἐκεῖνον τὸν χρόνον τῶν Ἰσμαηλιτῶν τὰ φῦλα τὰς πελαζούσας τῆς Ῥωμαίων ἡγεμονίας ἐληΐζετο χώρας. Μαβία δὲ τούτων ἡγεῖτο, οὐχ ὁρῶσα μὲν ἣν ἔλαχε φύσιν, ἀνδρείῳ δὲ φρονήματι κεχρημένη. Αὕτη μετὰ παμπόλλας συμπλοκὰς σπεισαμένη, εἶτα τῆς θεογνωσίας εἰσδεξαμένη τὸ φῶς, ᾔτησεν ἀρχιερέα προβληθῆναι τῷ ἔθνει Μωϋσῆν τινα ἐν μεθορίῳ τῆς Αἰγύπτου καὶ Παλαιστίνης ἐσκηνημένον. Ταύτην δεξάμενος ὁ Βάλης τὴν αἴτησιν, εἰς τὴν Ἀλεξάνδρειαν ἀπαχθῆναι τὸν θεῖον ἄνδρα προσέταξε, κἀκεῖθεν αὐτὸν τὴν ἀρχιερατικὴν ὑποδέξασθαι χάριν· ἐκείνη γὰρ μᾶλλον ἐπέλαζεν. Ἐπειδὴ δὲ ἀπήχθη καὶ τὸν Λούκιον εἶδεν ἐπιθεῖναί οἱ τὴν χεῖρα πειρώμενον· »μὴ γένοιτο«, ἔφη, »παρὰ τῆς σῆς με χειροτονηθῆναι χειρός· οὐκ ἐπιφοιτᾷ γὰρ σοῦ καλοῦντος ἡ χάρις τοῦ πνεύματος«. Ὁ δὲ Λούκιος· »πόθεν ταῦτα«, ἔφη, »τοπάζων λέγεις;« ὁ δέ· »οὐ τοπάζω«, εἶπεν, »ἀλλ´ οἶδα σαφῶς· τοῖς τε γὰρ ἀποστολικοῖς δόγμασι διαμάχῃ καὶ ἀντίπαλα φθέγγῃ, καὶ τοῖς βλασφήμοις λόγοις συμβαίνει τὰ παρανόμως γιγνόμενα. Τίς γὰρ διὰ σὲ δυσσεβὴς τοῖς ἐκκλησιαστικοῖς συλλόγοις οὐκ ἐπεκώμασεν; τίς τῶν ἀξιεπαίνων ἀνδρῶν οὐκ ἐλήλαται; ποίαν θηριωδίαν βαρβαρικὴν οὐκ ἀπέκρυψε τὰ παρὰ σοῦ καθ´ ἑκάστην ἡμέραν τολμώμενα;« ταῦτα ὁ μὲν θαρραλέως ἔλεγεν, ὁ δὲ φονῶν ἤκουε· καὶ σφαγῆς μὲν ἐφίετο, ἐδεδίει δὲ μὴ πάλιν ἐξάψῃ τὸν διαπαυσάμενον πόλεμον. Οὗ δὴ χάριν ἑτέροις αὐτὸν ἐπισκόποις προσαχθῆναι προσέταξεν οὓς ἐκεῖνος ἐξῄτησε. Μετὰ τῆσδε τῆς ἀξιαγάστου πίστεως τὴν ἀρχιερατικὴν εἰσδεξάμενος χάριν, πρὸς τοὺς αἰτήσαντας παρεγένετο καὶ ταῖς ἀποστολικαῖς διδασκαλίαις τε καὶ θαυματουργίαις πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. Ἐν μὲν οὖν τῇ Ἀλεξανδρείᾳ τοιαῦτα ὑπό τε Λουκίου ἐτολμήθη καὶ ὑπὸ τῆς θείας προμηθείας ᾠκονομήθη.

Translation Hide
Histoire de l'Église

XXIII.

  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Translations of this Work
Histoire de l'Église
Kirchengeschichte (BKV) Compare
The Ecclesiastical History of Theodoret (CCEL) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy