Edition
ausblenden
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
λγʹ.
Περὶ τῆς Τραϊανοῦ τοῦ στρατηλάτου παρρησίας.
Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρῶτον μὲν ἐν Κωνσταντινουπόλει πλεῖστον διέτριψε χρόνον δειμαίνων τὸν πόλεμον· Τραϊανὸν δὲ σὺν τῇ στρατιᾷ τὸν στρατηγὸν κατὰ τῶν βαρβάρων ἀπέστειλεν. Ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοιδορεῖτο λίαν ὁ Βάλης, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν. Ὁ δὲ παρρησίᾳ χρησάμενος ἀνδρὶ γενναίῳ πρεπούσῃ· « Οὐκ ἐγώ», «ἔφη, ὦ βασιλεῦ, ἥττημαι· ἀλλὰ σὺ προΐῃ τὴν νίκην, κατὰ τοῦ θεοῦ παραταττόμενος καὶ τὴν ἐκείνου ῥοπὴν προξενῶν τοῖς βαρβάροις· παρὰ σοῦ γὰρ πολεμούμενος ἐκείνοις συντάττεται. Τῷ δὲ θεῷ ἡ νίκη ἕπεται καὶ τοῖς ὑπὸ τοῦ θεοῦ στρατηγουμένοις προσγίνεται. ἢ οὐκ οἶσθα«, ἔφη, »τίνας τῶν ἐκκλησιῶν ἐξελάσας, τίσι παρέδωκας ταύτας;» ταῦτα καὶ Ἀρίνθεος καὶ Βίκτωρ (στρατηγὼ γὰρ ἤστην καὶ τούτω) συνωμολογησάτην οὕτως ἔχειν, καὶ τῷ βασιλεῖ μὴ χαλεπαίνειν παρῃνεσάτην ἐπ´ ἐλέγχοις ἀληθείᾳ συνεζευγμένοις.