Übersetzung
ausblenden
The Ecclesiastical History of Theodoret (CCEL)
Chapter I. Of the piety of the emperor Gratianus.
P. 132 How the Lord God is long suffering towards those who rage against him, and chastises those who abuse his patience, is plainly taught by the acts and by the fate of Valens. For the loving Lord uses mercy and justice like weights and scales; whenever he sees any one by the greatness of his errors over-stepping the bounds of loving kindness, by just punishment He hinders him from being carried to further extremes.
Now Gratianus, the son of Valentinianus, and nephew of Valens, acquired the whole Roman Empire. He had already assumed the sceptre of Europe on the death of his father, in whose life-time he had shared the throne. On the death of Valens without issue he acquired in addition Asia, and the portions of Libya. 1
-
Gratian was proclaimed Augustus by Valentinian in 367. (Soc. iv. 11. Soz. vi. 10.) He came to the throne on the death of Valentinian at Bregetio, Nov. 17, 375. He associated his brother Valentinian II. with him, and succeeded his uncle Valens Aug. 9, 378. On Jan. 19, 379 he nominated Theodosius Augustus. ↩
Edition
ausblenden
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
κβʹ.
Διήγησις τοῦ μακαρίου Πέτρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβεβηκότων.
« Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος, ἐθνικὸς ὢν τὴν αἵρεσιν καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς ἐκκλησίας ὡς ὑποτάξαι βαρβάρους ἐπειγόμενος. Τότε δὴ τὰ χείριστα γέγονεν. Ἀλλὰ καὶ μόνον ὑπαγορεῦσαι θέλων, τῆς μνήμης ὀδύνην μοι παρασχούσης, ἐπαφῆκα δακρύων ἄμετρον φοράν· καὶ ἐπὶ πολὺ ἔμεινα ἂν τοῦτο πάσχων, εἰ μὴ θείῳ λογισμῷ λωφῆσαι παρεσκεύασα. Ἐν γὰρ τῇ καλουμένῃ ἐκκλησίᾳ Θεωνᾶ ἐπεισελθόντα τὰ πλήθη ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμνους καὶ κεκλασμένας μετ´ αἰσχρότητος φωνάς, κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται· αἰσχρὸν γάρ ἐστι καὶ λέγειν. Καὶ γὰρ μόνον τις τῶν εὖ φρονούντων ταῦτα ἀκούσας ἔβυσε τὰς ἀκοάς, καὶ μᾶλλον ηὔξατο ἂν γενέσθαι κωφὸς ἢ αὐτήκοος γενέσθαι τῆς αἰσχρολογίας αὐτῶν.
Ἀλλ´ εἴθε λόγοις ἀρκούμενοι μόνον ἐξημάρτανον καὶ μὴ πράξει τὴν τῶν· λόγων ἐνίκων ἀσέλγειαν· εὐύποιστος γὰρ ἡ λοιδορία, κἂν οἵα δή ποτ´ οὖν τυγχάνῃ, παρ´ οἷς οἰκεῖ Χριστοῦ φρόνησις καὶ θεῖα διδάγματα. Αὐτοὶ τοίνυν οὗτοι «ὀργῆς σκεύη» τυγχάνοντες «κατηρτισμένα εἰς ἀπώλειαν», τὴν ῥῖνα σιμώσαντες, ψόφον ἀσελγῆ ἀπὸ τῶν μυκτήρων μακρόν, καὶ ἵν´ οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διέρρησσον τῶν ἁγίων τοῦ Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων 〈ἀγγέλων〉 ἐχαρακτήριζεν, ὡς δ´ ἡ φύσις ἔχει γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας ὃν τρόπον ἐβούλοντο, καὶ ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα. Εἰ γοῦν τις ἐπὶ τούτοις συμπαθὼν ἐκώλυεν παραινέσεως χρώμενος λόγοις, τραυματίας ἀπελύετο. Ἀλλὰ φεῦ τῶν συμφορῶν, πολλαὶ βίαιον φθορὰν ὑπέστησαν σώματος, πολλαὶ τῶν παρθένων ῥοπάλοις κατὰ κεφαλῆς τυπτόμεναι ἔμενον ἀχανεῖς, οὐκ ἐπιτρεπομένων τῶν σωμάτων οὐδὲ τῇ ὁσίᾳ παραδίδοσθαι· πολλὰ οὖν μέχρι σήμερον τῶν γονέων ὀδυρομένων οὐχ εὑρίσκεται σώματα. Ἀλλὰ τί τὰ μικρὰ πρὸς τὰ μεγάλα διεξέρχομαι; τί δὲ τούτοις ἐμβραδύνω καὶ μὴ σφοδρῶς ἐπὶ τὰ κατεπείγοντα βαίνω; ἐφ´ οἷς εὖ οἶδ´ ὅτι θαυμάσετε καὶ μενεῖτε ἐπὶ πολὺ σὺν ἡμῖν ἀχανεῖς, ἐξιστάμενοι τῆς φιλανθρωπίας τὸν κύριον ὅτι μὴ ἄρδην τὸ ὅλον συνέστειλεν. Ἃ γὰρ κατὰ τὸ γεγραμμένον μήτε γέγονε μήτε ἠκούσθη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, ταῦτα ἐπ´ αὐτοῦ τοῦ θυσιαστηρίου ἐπετέλουν οἱ δυσσεβεῖς. Ὡς γὰρ ἐν κρηπίδι σκηνῆς ἀτάκτου, παῖδα τὴν ἄρρενα φύσιν ἐξαρνησάμενον καὶ τὴν γυναικείαν ποθήσαντα, στίβει τοὺς ὀφθαλμοὺς κατὰ τὸ γεγραμμένον διαχρισάμενον καὶ φύκει τὰς ὄψεις ἐρυθήναντα, ὡς τὰ παρ´ αὐτοῖς εἴδωλα, θηλυμόρφῳ τῷ σχήματι, ἐπ´ αὐτοῦ τοῦ θυσιαστηρίου ἔνθα κάθοδον τοῦ ἁγίου πνεύματος ἐπικαλούμεθα, εὐκύκλῳ τῇ στροφῇ ὧδε κἀκεῖσε τὼ χεῖρε σχηματιζόμενον, ὀρχεῖσθαι παρεσκεύασαν, πλατὺ μὲν γελῶντες, ἀθέσμους δὲ ἐπαφιέντες φωνάς. Οἱ δὲ πάλιν καὶ τοῦτο πρὸς ἀταξίαν ἡγησάμενοι καὶ τὰ παρῳχηκότα εὐπρεπῆ μᾶλλον ἤπερ ἄθεσμα λογισάμενοι, ἐξ αὐτῶν ἕνα γνωριμώτατον ἐν αἰσχρότητι, ὁμοῦ τὴν ἐσθῆτα καὶ τὴν αἰδῶ γυμνωσάμενον ὡς ἡ φύσις ἔχει σχήματος, τῷ τῆς ἐκκλησίας ἐπιβιβάσαντες θρόνῳ δημηγόρον αἰσχρὸν κατὰ Χριστοῦ προσηγόρευσαν. Ἀντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προὐβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ´ εὐσεβείας ἀσέβειαν, ἀντὶ ἐγκρατείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπήν, πόσιν καὶ βρῶσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα.
Τούτων δὲ οὕτως ἐχόντων κἀμοῦ τῆς ἐκκλησίας ὑπαναχωρήσαντος (πῶς γὰρ οὐχί, ὅπου στρατιωτῶν ἔφοδοι, ὅπου δῆμος πρὸς ἀταξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων καὶ ἐθνικῶν πλήθη μετὰ μεγίστων ὑποσχέσεων;) ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος, χρυσίῳ τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ἡγησάμενος, Λούκιός τις, λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακώς, οὐκ ἐπισκόπων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν, οὐκ αἰτήσει λαῶν, ὡς οἱ τῆς ἐκκλησίας διαγορεύουσι θεσμοί. Τῷ δὴ τοιούτῳ συνῆσαν (ἁπλῇ γὰρ εἰσόδῳ τῆς πόλεως ἐπιβαίνειν οὐκ ἠδύνατο) οὐκ ἐπισκόπων τινές, οὐ πρεσβυτέρων, οὐ διακόνων, οὐ λαῶν πλήθη, οὐ προῆγον τοῦτον μονάζοντες ὕμνους ἐκ γραφῶν ἀναμέλποντες, ἀλλ´ Εὐζώϊος ἦν, ὁ πρώην μὲν σὺν Ἀρείῳ καθαιρεθείς, διάκονος ὢν τῆς καθ´ ἡμᾶς Ἀλεξανδρείας, ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἄρτι δὲ προστασίᾳ τὴν Ἀντιοχέων λυμαινόμενος, καὶ ὁ τῶν κομητατησίων δὲ λαργιτιόνων κόμης, στρατιωτῶν ἐπαγόμενος ἄμετρον πληθύν, ὁ ἐν πάσῃ ἀσεβείᾳ ἀεὶ γνωριζόμενος Μάγνος τοὔνομα· ὃς ἐν τοῖς Ἰουλιανοῦ καιροῖς τὴν Βηρυτίων ἐκκλησίαν ἐμπρήσας (Φοινίκων δ´ αὕτη πόλις ἐπιφανής), ἐπὶ τοῖς τοῦ τῆς μακαρίας μνήμης Ἰοβιανοῦ χρόνοις ἐξ οἰκείων ταύτην ἀνορθῶσαι κατηναγκάσθη, ὀλίγου καὶ τὴν κεφαλὴν τμηθείς, εἰ μὴ φιλανθρωπίας ἐκ πολλῆς περιδρομῆς ἔτυχε βασιλικῆς. Ἀναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει, ὃν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ, οἷα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, τοιούτου τυράννου τοῦ προειρημένου καθ´ ἡμῶν ἐπαναστάντος. Ἅμα γὰρ ὁ παρὰ τῆς ὑμετέρας θεοσεβείας καὶ τῶν ἁπανταχοῦ ὀρθοδόξων ἐπισκόπων πολλάκις ἀπαγορευθεὶς Λούκιος τῆς πρὸς αὐτὸν ἀπεχθῶς διακειμένης ἐπ´ εὐλόγοις ταῖς προφάσεσιν ἐπέστη πόλεως. Οὐ γὰρ μόνον, ὡς ὁ δύσφημος ἐν Ψαλμοῖς ἄφρων, λέγει· «οὐκ ἔστι θεὸς» ἀληθινὸς ὁ Χριστός, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι διεφθάρη καὶ διέφθειρε, χαίρων ἐπὶ ταῖς κατὰ τοῦ σωτῆρος πεμπομέναις βλασφημίαις παρὰ τῶν «τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα». Πῶς γὰρ οὐχί; ὅπου γε παραπλήσιον Ἕλλησιν ἔχων τὸ φρόνημα πρόσφατον τολμᾷ ὁ ἀλιτήριος σέβειν θεόν. Ἐπ´ ὄψεσι γὰρ αὐτῷ τούτους τοὺς ἐπαίνους ἔπεμπον· «καλῶς ἦλθες, ἐπίσκοπε, υἱὸν μὴ λέγων· ὁ Σάραπίς σε φιλῶν εἰσήνεγκε», τὸ πάτριον εἴδωλον ἑαυτῶν ὀνομάζοντες.
Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐννεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δημόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυριζόμενος· «πείσθητε, τάλανες», λέγων μεγάλῃ τῇ φωνῇ, «τῷ τῶν Ἀρειανῶν φρονήματι πείσθητε· συγγνωμονήσει γὰρ ὑμῖν τὸ θεῖον, κἂν ἀληθῆ σέβητε θρησκείαν, οὐκ αὐθαιρέτως ἀλλὰ πρὸς ἀνάγκην τοῦτο πράξασι. Τῇ μὲν γὰρ ἀνάγκῃ ἀπολογία περιλείπεται, τῷ δὲ αὐθαιρέτῳ ἀκολουθεῖ κατηγορία. Διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι ἥκετε πρόθυμοι, μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὑπογράφοντες δόγματι, ὃ νῦν κηρύττει ὀνομαστὶ λέγων Λούκιος, εὖ εἰδότες ὡς πειθαρχοῦντες χρήματα καὶ πόρους καὶ γέρα παρὰ βασιλέως ἕξετε, ἀπαναινόμενοι δὲ εἱρκτῆς καὶ στρεβλῶν καὶ βασάνων καὶ μαστίγων καὶ δαμαστηρίων πεῖραν λήψεσθε, χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε».
Ἀλλ´ οὗτος μὲν ὁ γενναῖος, ἀπάτῃ τὴν ἀπειλὴν κεράσας, μεταναστῆναι τῆς εὐσεβοῦς τοὺς πάντας καὶ προὐτρέπετο καὶ κατηνάγκαζε γνώμης. Οἱ δὲ πικρότερον βασάνου πάσης τὴν εἰς εὐσέβειαν προδοσίαν ἡγησάμενοι (ἔχει γὰρ οὕτω), τοιοῖσδε πρὸς αὐτὸν ἀναγκαζόμενοι ἀπήντησαν ῥήμασιν, ἀρετῇ καὶ γενναίῳ φρονήματι ὁμοῦ τὴν ἀπάτην καὶ τὰς ἀπειλὰς ὑποτάξαντες· « Πέπαυσο λοιπόν, πέπαυσο τούτοις ἡμᾶς ἐκφοβῶν τοῖς ῥήμασιν· ἔπεχε εἰκαῖα προφέρειν ῥήματα· ἡμεῖς οὔτε νέηλυν οὔτε πρόσφατον σέβοντες θεόν, κἂν ἐπαφρίζῃς κυμαίνων εἰκῆ καὶ προσρήσσῃς ὡς βίαιος ἄνεμος, τοῖς εὐσεβείας ἄχρι θανάτου ἐμπολιτευόμεθα δόγμασιν, οὐκ ἀδύναμον, οὐκ ἄσοφον, οὐ χωρὶς ἀληθείας πώποτε φρονήσαντες θεόν, οὐ ποτὲ μὲν ὄντα πατέρα, ποτὲ δὲ μὴ ὄντα, κατὰ τὸν δυσσεβῆ τοῦτον Ἀρειανόν, χρονικὸν ἢ πρόσκαιρον δοξάζοντες τὸν υἱόν. Εἰ γὰρ κτίσμα κατὰ τοὺς Ἀρειομανίτας ὁ υἱός, οὐχ ὑπάρχων πατρί, εἰς τὸ εἶναι συστήσεται καὶ ὁ πατήρ, οὐχ ὑφεστῶτος τοῦ υἱοῦ οὐκ ὤν ποτε κατ´ αὐτοὺς πατήρ. Εἰ δὲ ἀεὶ πατήρ ἐστιν, ὑφεστῶτος δηλονότι τοῦ ἐξ αὐτοῦ ἀληθινοῦ καὶ οὐ κατὰ ἀπόρροιαν γεννήματος (ἀπαθὴς γὰρ ὁ θεός), πῶς οὐκ ἄφρων καὶ μανιώδης ὁ «ἦν ὅτε οὐκ ἦν »φρονῶν τὸν υἱόν, δι´ οὗ τὰ πάντα εἰς τὸ εἶναι κατὰ χάριν συνέστη; οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ´ ἐκ τῆς αὐτοῦ οὐσίας· ὃ καλῶς μετ´ εὐσεβοῦς διανοίας νοήσαντες, ἐκ πολλῆς τῶν θείων ῥημάτων συλλογῆς ὁμοούσιον ὡμολόγησαν.»
Τὰ δὴ τοιαῦτα καὶ τὰ τούτοις παραπλήσια λέγοντας καθεῖρξεν ἡμερῶν πολλῶν, οἰόμενος τῆς εὐσεβοῦς μετακινήσειν γνώμης. Οἱ δὲ μᾶλλον, ὥσπερ ἐν σταδίῳ τῶν ἀθλητῶν οἱ γενναιότατοι, δειλίαν πᾶσαν ἀποσβέσαντες, ἐπαλείφοντες ἑαυτοὺς τοῖς τῶν πατέρων διὰ θείων λογισμῶν ἀνδραγαθήμασι, γενναιότερον εἶχον περὶ τὴν εὐσέβειαν τὸ φρόνημα, γυμνάσιον ἀρετῆς τὰς στρέβλας ἡγούμενοι. Οὕτω τοίνυν ἀγωνιζομένων καὶ «θέατρον» ὡς ὁ μακάριος ἀπόστολος γράφει γενομένων «καὶ ἀγγέλοις καὶ ἀνθρώποις», ἐπέτρεχεν ἡ πόλις ἅπασα, ἀθλητὰς θεασαμένη Χριστοῦ καρτερίᾳ τοῦ βασανίζοντος δικαστοῦ νικῶντας τὰς μάστιγας καὶ τρόπαια δι´ ὑπομονῆς κατὰ ἀσεβείας ἐπαίροντας καὶ θριάμβους κατὰ Ἀρειανῶν ἐπιδεικνυμένους· οὓς ὑποτάξας ὁ πικρὸς οὗτος πολέμιος δι´ ἀπειλῶν καὶ ἀπάτης τοῖς εἰς Χριστὸν ἀσεβοῦσιν ἐκδώσειν ἐνόμιζεν. Ἀποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δι´ ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτούς, μᾶλλον δὲ ἕωλον κατάκρισιν, καλεῖ πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ´ αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων. Καὶ μὴ θελησάντων εἶξαι τῇ προφανεῖ δυσσεβείᾳ τῶν Ἀρειομανιτῶν, ἀποφαίνεται, τῶν λαῶν πρὸ τοῦ δικαστηρίου πάντων ὀδυρομένων, τῆς Ἀλεξανδρείας μεταναστάντας τὴν Ἡλιούπολιν τῆς Φοινίκης οἰκῆσαι, ἔνθα τῶν ἐνοικούντων οὐδεὶς κἂν ἀκοῦσαι τὸ τοῦ Χριστοῦ ἀνέχεται ὄνομα· εἰδωλικοὶ γὰρ οἱ πάντες. Παραυτὰ σκάφους ἐπιβῆναι προστάξας, αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος (πλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάκρισιν κατ´ αὐτῶν ὥρισε) γυμνὸν ἐπιδεικνύμενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας, οὕτω δὴ οὖν ἀποπλεῖν αὐτοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιόν τι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας, καὶ τὸ θαυμαστὸν καὶ ἄπιστον, τῆς θαλάττης ἐπαφριζούσης καὶ δυσχερῶς οἶμαι δι´ αὐτὸ τοῦτο φερούσης καὶ μὴ βουλομένης, ἵν´ οὕτως εἴπω, δι´ ὑποδοχῆς τῶν ἀνδρῶν ἀδίκῳ κοινωνῆσαι κελεύσματι· ἐνέφαινε γὰρ καὶ τοῖς ἀγνοοῦσι καὶ τοῦ κρίναντος τὴν βάρβαρον προαίρεσιν.
Ἔστι γοῦν ἀληθῶς εἰπεῖν· «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ». Ἐστέναξε γὰρ ἡ πόλις ἅπασα καὶ μέχρι δὲ νῦν θρηνεῖ. Καὶ οἱ μὲν ἀλλεπάλλῃ τῇ χειρὶ κτύπον ἐκ στηθῶν μακρὸν ἀπέπεμπον, οἱ δὲ τὰς χεῖρας ὁμοῦ καὶ τοὺς ὀφθαλμοὺς εἰς οὐρανὸν ἀνέτεινον τὴν βίαν διαμαρτυρόμενοι, μόνον οὐχὶ λέγοντες· «ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ», ὅτι παράνομα τὰ γιγνόμενα. Καὶ ὅλως οἰμωγῆς τὸ πᾶν ἐπεπλήρωτο, καὶ μέλη καὶ θρῆνος ἦν ἐν πάσῃ τῇ πόλει χορεύων, καὶ ποταμὸς ἐκ δακρύων σχεδὸν καλύπτων πλημμύρᾳ τὴν θάλατταν τοῖς ἅπασιν ἄφνω προσεγίνετο. Ὅτε τοίνυν ὁ προειρημένος ἐπὶ τοῦ λιμένος παρὼν τοῖς ἐρέσσουσιν ὑψοῦν τὰ ἱστία προσέταττε, τότε σύμμικτος οἰμωγὴ παρθένων καὶ γυναικῶν, πρεσβυτῶν καὶ νέων, καὶ θρῆνοι προσπεπλεγμένοι δάκρυσιν ὀξέσιν, αἱ τῶν ἁπάντων βοαὶ τῆς ἐπαφριζούσης θαλάσσης † τὸν προσρησσόμενον σωρὸν τῷ κύματι κτύπον ἐκάλυπτον.
Ἀλλ´ οὕτω τῶν προειρημένων ἀποπλεόντων εἰς τὴν Ἡλιούπολιν, ἔνθα δεισιδαιμονῶν πᾶς, ἔνθα τοῦ διαβόλου τὰ πρὸς ἡδονὴν ἐπιτηδεύματα, ἔνθα θηρίων ἐφέστια φοβερά (ὄρη γὰρ κύκλῳ πανταχόθεν οὐρανῷ προσπελάζοντα), οἱ πάντες λοιπὸν μέσῃ τῇ πόλει, κοινῇ καὶ ἕκαστος ἰδίᾳ ὀλοφυρόμενοι καὶ στεναγμῶν ἐπιπέμποντες ῥήματα, οὐδὲ δακρύειν ἐπετρέποντο κελεύσει τοῦ τῆς πόλεως ἐπάρχου Παλλαδίου, δεισιδαιμονεστάτου καὶ αὐτοῦ τυγχάνοντος. Πολλοὶ γὰρ τῶν κλαιόντων ἁρπαζόμενοι καὶ φυλακιζόμενοι πρότερον, εἶτ´ αἰκιζόμενοι, ξεόμενοι, βασανιζόμενοι, τοῖς Φεννησίοις καὶ Προκονησίοις παρεδίδοντο μετάλλοις, ἄνθρωποι τῆς ἐκκλησίας δι´ ἔνθεον ζῆλον ὑπέρμαχοι. Οἱ πλείους γὰρ ἦσαν μονάζοντες, ἐρημίαν οἰκοῦντες δι´ ἄσκησιν· μεθ´ ὧν, εἴκοσι καὶ τριῶν τυγχανόντων, μικρὸν ὕστερον ὁ διάκονος, ὁ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Δαμάσου τοῦ τῆς Ῥώμης ἐπισκόπου κομίσας ἡμῖν ὁμοῦ παρακλητικὰ καὶ κοινωνικὰ γράμματα, ὀπίσω τὼ χεῖρε δεθεὶς ὑπὸ δημίων δημοσίᾳ ἤγετο, ὥσπερ τις τῶν κακούργων περιβόητος· ὃς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας, λίθοις καὶ μολιβδίσι κατ´ αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος ἐπέβαινε σκάφους ἐπὶ θαλάττης παραπλησίως τοῖς ἄλλοις, τοῦ θείου σταυροῦ τὸ σημεῖον ἐπὶ μετώπου χαρακτηρίσας, οὐ τημελείας οὐ θεραπείας τυχών, τοῖς κατὰ Φέννησον παραδοθῆναι μετάλλοις· ἔστι δὲ ταῦτα τοῦ χαλκοῦ.
Ἔτι γοῦν βασανίζοντος τοῦ δικαστοῦ ἁπαλὰ παιδαρίων σώματα, τινὲς παραυτὰ μεμενήκασιν, οὐδ´ ὁσίᾳ κοινωνήσαντες, γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς πόλεως μίαν αὐτοῖς αἰτούντων δοθῆναι τὴν ὑστάτην ταύτην παράκλησιν. Ἀλλ´ ὢ πολλῆς ἀπανθρωπίας τοῦ δικάσαντος, μᾶλλον δὲ τοῦ κατακρίναντος, οἱ δι´ εὐσέβειαν ἀθλήσαντες φονεῦσιν οὐ συνεκρίνοντο, ἄταφοι μένοντες τὰ σώματα· οἱ καλῶς ἀγωνιζόμενοι θηρίοις καὶ πτηνοῖς πρὸς βορὰν ἐρρίπτοντο· οἱ συμπαθῆσαι βεβουλημένοι πατράσι διὰ τὴν συνείδησιν τὴν κεφαλὴν ὡς παράνομα δράσαντες ἀπετέμνοντο. Ποῖος νόμος Ῥωμαίων, ποία δὲ γνώμη βαρβάρων τοὺς πατράσι συμπαθοῦντας ἠμύνατο; ποῦ τις τῶν παλαιῶν ποτε ἔδρασέ τι τοιοῦτον παράνομον; ἐκέλευσέ ποτε Φαραὼ ἀναιρεῖσθαι τῶν Ἑβραίων τὰ ἄρρενα· ἀλλὰ φθόνος καὶ δέος ὑπέβαλε τοῦτο τὸ πρόσταγμα. Πόσῳ τὰ τότε τῶν νῦν φιλανθρωπότερα; πόσῳ ποθεινὰ πρὸς αἵρεσιν ἀδικήματος; πόσῳ βελτίονα πρὸς σύγκρισιν ἀνομήματος, κἂν ἀλλήλων αἱ κακίαι μὴ χωρίζωνται; ἄπιστα τὰ λεγόμενα, ἀπάνθρωπα καὶ δεινά, ὠμὰ καὶ βάρβαρα, ἀνελεῆ καὶ πικρά. Ἀλλ´ ἐν τούτοις ἐγαυρίων οἱ τῆς Ἀρείου μανίας ὑπήκοοι χορεύοντες.
Τῆς δὲ πόλεως πάσης ὀλοφυρομένης, «οὐκ ἦν γὰρ οἰκία ἐν ᾗ οὐκ ἦν τεθνηκώς», ὡς ἐν τῇ Ἐξόδῳ γέγραπται, οὐκ ἠρέμησαν πάλιν οἱ τὴν ἕξιν ἀκόρεστον πρὸς παρανομίαν ἀσκήσαντες. Ἐπὶ γὰρ τὰ χείρω τὴν προαίρεσιν γυμνάζοντες, μέχρι τῶν τῆς ἐπαρχίας ἐπισκόπων τὸν ἴδιον τῆς κακίας ἰὸν ἐπεκτείνοντες, δορυφόρῳ πρὸς ἀδικίας τῷ τῶν λαργιτιόνων χρώμενοι κόμητι τῷ προειρημένῳ Μάγνῳ, τοὺς μὲν βουλευτηρίῳ παρέδοσαν, τοὺς δὲ ἄλλους ὃν ἐβούλοντο τρόπον ἐνήδρευον, πανταχόθεν πρὸς ἀσέβειαν τοὺς πάντας θηρεῦσαι βουλόμενοι, οὐδὲν ἀφέντες ἀτόλμητον· ἀλλὰ γὰρ καὶ πάντα περιερχόμενοι, κατὰ τὸν ἴδιον τῆς αἱρέσεως πατέρα διάβολον, «ζητοῦντες τίνα καταπιεῖν». Καθόλου τοίνυν παρὰ πάντων ἀπορούμενοι, ἕνδεκα τῶν ἀπὸ τῆς Αἰγύπτου τὸν ἀριθμὸν ἐπισκόπων, ἄνδρας ἐκ παιδίου μέχρι γήρως τὴν ἔρημον ἀσκήσεως χάριν οἰκήσαντας καὶ λόγῳ καὶ πράξει τὰς ἡδονὰς ὑποτάξαντας, καὶ τὴν εὐσεβῆ πίστιν ἀνεπαισχύντως κηρύττοντας καὶ τὰ τῆς εὐσεβείας γαλουχηθέντας δόγματα, καὶ νίκην πολλάκις κατὰ δαιμόνων ἐπάραντας ἀρετῇ δυσωποῦντας τὸν ἀντίπαλον, καὶ τὴν Ἀρειανὴν σοφωτάτῳ λόγῳ στηλιτεύοντας αἵρεσιν, ὄργανον ὠμότητος τὸν προειρημένον ἔχοντες, ὑπερορίους πεποιήκασιν ἐν οἰκουμένῃ παρὰ τῶν κυριοκτόνων Ἰουδαίων πόλει, τοὔνομα Διοκαισαρείᾳ. Καὶ ὅμως, ὡς ὁ ᾅδης ἐπὶ θανάτῳ τῶν ἀδελφῶν οὐκ ἐμπιπλάμενοι, ἁπανταχοῦ γῆς ἐτόλμησαν οἱ παράφρονες καὶ ἀβέλτεροι τῆς οἰκείας ὠμότητος καταλεῖψαι μνημόσυνα, ἐκ κακῶν ἔχειν τὸ γνώρισμα βουλόμενοι. Ἰδοὺ γὰρ πάλιν κληρικοὺς τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀντιοχείᾳ διατρίβοντας ἅμα σπουδαίοις μονάζουσι τὰ τῆς δραματουργίας αὐτῶν διαμαρτύρασθαι προθεμένους, βασιλικὰς ἠχήσαντες κατ´ αὐτῶν ἀκοάς, τὴν Νεοκαισάρειαν τοῦ Πόντου οἰκεῖν παρεσκεύασαν, οἳ τάχα καὶ τοῦ ζῆν ἐστερήθησαν διὰ τὴν τῶν τόπων ἀγριότητα. »
Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ λήθης ἀξίας, ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ μονογενοῦς κινησάντων τὰς γλώττας· οἳ τὴν τῆς βλασφημίας εἰσδεξάμενοι λύτταν, οὐ μόνον τὸν τῶν ὅλων δεσπότην τοξεύειν ἐπιχειροῦσιν, ἀλλὰ καὶ κατὰ τῶν εὔνων αὐτοῦ θεραπόντων τὸν ἄσπονδον ἀνεδέξαντο πόλεμον.