• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theodoret of Cyrus (393-466) Historia Ecclesiastica ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Τὰ κεφάλαια τοῦ δʹ λόγου

λδʹ.

Περὶ Ἰσαακίου τοῦ ἐν Κωνσταντινουπόλει μονάζοντος.

Φασὶ δὲ καὶ Ἰσαάκην σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι· «Ποῖ βαδίζεις, ὦ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ´ αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας. Παῦσαι δὴ οὖν πολεμῶν καὶ παύσει τὸν πόλεμον. Ἀπόδος ταῖς ποίμναις τοὺς ἀρίστους νομέας καὶ λήψῃ τὴν νίκην ἀπονητί. Εἰ δὲ τούτων μηδὲν δεδρακὼς παρατάξαιο, μαθήσῃ τῇ πείρᾳ ὅπως σκληρὸν τὸ πρὸς κέντρα λακτίζειν· οὔτε γὰρ ἐπανήξεις καὶ προσαπολέσεις τὴν στρατιάν ». Ὀργισθεὶς δὲ ὁ βασιλεύς· «Καὶ ἐπανήξω», ἔφη, «καὶ κατακτενῶ σε καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας ». . Ὁ δὲ ἥκιστα δείσας τὴν ἀπειλὴν ἔφη βοῶν· « Κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Translations of this Work
Histoire de l'Église Compare
Kirchengeschichte (BKV) Compare
The Ecclesiastical History of Theodoret (CCEL) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy