• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Theodoret von Cyrus (393-466) Historia Ecclesiastica ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Buch 5

κηʹ.

Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως εὐσεβείας, καὶ τῆς Ἰωάννου τοῦ ἐπισκόπου χειροτονίας.

Ἐν δὲ Κωνσταντινουπόλει Νεκταρίου τελευτήσαντος ὃς τὴν ἐκ κλησίαν ἐκείνην ἐποίμαινεν, Ἀρκάδιος ὁ ταύτην ἰθύνειν τὴν βασιλείαν λαχών, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὐτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγ γύησε χάριτι καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα. Ἱκανὸν δὲ τοῦτο καὶ μόνον δηλῶσαι τοῦ βασιλέως τὴν περὶ τὰ θεῖα σπουδήν. Κατὰ τοῦτον τὸν χρόνον Ἀντιοχείας μὲν ὁ θεῖος ἡγεῖτο Φλαβιανός, Λαοδικείας δὲ Ἐλπίδιος, τοῦ μεγάλου Μελετίου γενόμενος σύσκηνος καὶ τὴν ἐκείνου πολιτείαν ἐκμαξάμενος μᾶλλον ἢ ὁ κηρὸς τῶν δακτυλίων τοὺς τύπους (οὗτος μὲν οὖν τὸν μέγαν Πελάγιον διεδέξατο, τὸν δὲ θεῖον Μάρκελλον Ἀγαπητὸς ὁ πανεύφημος, ὃν ἐν ταῖς ἀσκητικαῖς παλαίστραις διαπρέπειν ἔφην κατὰ τὸν τῆς αἱρετικῆς ζάλης καιρόν), Σελευκείας δὲ τῆς πρὸς τῷ Ταύρῳ Μάξιμος, Ἰωάννου τοῦ πάνυ συμφοιτητής, καὶ Θεόδωρος τῆς Μοψουεστίας. Ἄμφω δὲ καὶ διδασκάλω ἤστην λαμπρώ. Διέλαμπε δὲ συνέσει τε καὶ βίῳ ὁ θεῖος Ἀκάκιος, ἰθύνων τὴν Βέροιαν· Λεόντιος δὲ τὸ Γαλατῶν ἐποίμαινεν ἔθνος, πολλοῖς εἴδεσιν ἀρετῆς λαμπρυνόμενος.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Übersetzungen dieses Werks
Histoire de l'Église vergleichen
Kirchengeschichte (BKV) vergleichen
The Ecclesiastical History of Theodoret (CCEL) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung