ληʹ.
Περὶ τῆς ὕστερον γεγενημένης τοῖς πεπολεμηκόσιν Ἰωάννῃ τῷ ἐπισκόπῳ μεταμελείας, καὶ τῆς τῶν λειψάνων αὐτοῦ μετακομιδῆς.
Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν. Καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ πρὸς τῇ Προποντίδι στόμα ταῖς λαμπάσι κατέκρυψε. Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσήνεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον. Οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγγνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντιβολήσας. Πάλαι μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανίᾳ καταλιπόντες. Ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ προγόνων θεός· τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας. Τῶνδε τῶν εὐεργε σιῶν μεμνημένος ἀεὶ τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις· ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκού σας καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας. Αὐτὸν μέντοι τὸν βασιλέα πολλὰ μὲν καὶ ἄλλα κοσμεῖ, οὐχ ἥκιστα δὲ φιλαν θρωπία καὶ πραότης καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος· καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον.