• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theodoret of Cyrus (393-466) Historia Ecclesiastica ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Τὰ κεφάλαια τοῦ γʹ λόγου

ιβʹ.

Περὶ τῆς δημεύσεως τῶν ἱερῶν κειμηλίων καὶ τῆς τῶν σιτηρεσίων ἀφαιρέσεως.

Ἀλλὰ καὶ ταῦτα οὕτως γεγενῆσθαι μεμαθηκότες οἱ δυσσεβεῖς κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡπλίζοντο· καὶ τά τε ἱερὰ σκεύη τοῖς βασιλικοῖς ταμιείοις ὁ τύραννος παραδοθῆναι προσέταξε καὶ τῆς μεγάλης ἐκκλησίας, ἣν Κωνσταντῖνος ἐδείματο, καθηλώσας τὰς θύρας ἄβατον τοῖς εἰς αὐτὴν ἀθροιζομένοις ἀπέφηνεν. Οἱ δὲ τῆς Ἀρείου συμμορίας ταύτην τηνικαῦτα κατεῖχον.

Ἰουλιανῷ δέ γε τῷ τῆς Ἑῴας ὑπάρχῳ συνεισῆλθεν εἰς τὸν θεῖον νεὼν Φίλιξ μέν, ταμίας ὢν τῶν βασιλικῶν θησαυρῶν, Ἐλπίδιος δέ, τῶν ἰδίων τοῦ βασιλέως χρημάτων τε καὶ κτημάτων τὴν ἡγεμονίαν πεπιστευμένος· κόμητα δὲ πριβάτων τὸν τοιοῦτον Ῥωμαῖοι προσαγορεύειν εἰώθασιν. Καὶ τὸν Φίλικα δὲ καὶ τὸν Ἐλπίδιόν φασι Χριστιανοὺς ὄντας ἀποστῆναι τῆς εὐσεβείας, χαριζομένους τῷ δυσσεβεῖ βασιλεῖ. Ὁ δὲ Ἰουλιανὸς οὖρον μὲν κατὰ τῆς ἱερᾶς τραπέζης ἐξέκρινε, τὸν δὲ Εὐζώϊον πειραθέντα κωλῦσαι κατὰ τῆς κόρρης ἐπάταξε· φάναι δὲ λέγεται ὡς ἔρημα τὰ Χριστιανῶν τῆς θείας ὑπάρχει κηδεμονίας. Ὁ δὲ Φίλιξ τῶν ἱερῶν σκευῶν τὴν πολυτέλειαν θεασάμενος (Κωνσταντῖνος γὰρ καὶ Κωνστάντιος φιλοτίμως ταῦτα κατεσκεύασαν)· « Ἰδού,» ἔφη, «ἐν ὁποίοις σκεύεσιν ὑπηρετεῖται ὁ Μαρίας υἱός».

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ
Translations of this Work
Histoire de l'Église Compare
Kirchengeschichte (BKV) Compare
The Ecclesiastical History of Theodoret (CCEL) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy