κγʹ.
Περὶ τῆς τοῦ παιδαγωγοῦ προρρήσεως.
Καὶ γὰρ καὶ ἐν Ἀντιοχείᾳ πάλιν ἀνήρ τις ἄριστος, παιδαγωγεῖν μειράκια πεπιστευμένος, συνήθης μὲν ἦν, ὡς πλειόνων λόγων ἢ κατὰ παιδαγωγὸν μετασχών, τῷ τηνικαῦτα τῶν διδασκάλων ἡγουμένῳ Λιβάνιος δὲ ἦν, ὁ ἐν σοφισταῖς πολυθρύλητος. Δυσσεβὴς δὲ οὗτος ὢν καὶ τὴν νίκην προσμένων καὶ τὰς Ἰουλιανοῦ φανταζόμενος ἀπειλάς, ἤρετο τὸν παιδαγωγὸν κωμῳδῶν τὰ ἡμέτερα· «τί νῦν ποιεῖ», λέγων, «τοῦ τέκτονος ὁ υἱός;» ὁ δὲ τῆς θείας ἀναπλησθεὶς χάριτος προείρηκε τὸ μετ´ ὀλίγον γενόμενον· «γλωσσόκομον γάρ,» ἔφη, «ὦ σοφιστά, ὁ τοῦ παντὸς κατασκευάζει δημιουργός, ὃν σὺ κωμῳδῶν τέκτονος υἱὸν προσηγόρευσας.» ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ὁ τοῦ ἀλάστορος ἐκείνου θάνατος ἐμηνύθη καὶ ἐν γλωσσοκόμῳ κείμενος ἐκομίσθη καὶ τῶν ἀπειλῶν ὁ κόμπος μάταιος ἀπεφάνθη.