κζʹ.
Περὶ τῶν ἐν τοῖς βασιλείοις Ἀντιοχείας εὑρεθεισῶν κεφαλῶν.
Οῦτο μὲν οὖν ἐν Κάρραις ἐφωράθη τὸ μύσος. Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν. Ταῦτα γὰρ τῶν δυσωνύμων θεῶν τὰ μαθήματα.